1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

45

λοιπὸν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες συνελαύνονται πρὸς θεοσέβειαν, καὶ μὴ ἁπαξαπλῶς ἀπαρνήσῃ τὸν τοῦ κόσμου Σωτῆρα· μή σε ἡ φρικωδεστάτη ἐκείνη καταλάβῃ ἀπόφασις, ὅτι «Οὐκ οἶδα ὑμᾶς τίνες ἐστέ.»

46.τ ΠΡΟΣ ΠΑΡΘΕΝΟΝ ΕΚΠΕΣΟΥΣΑΝ

46.1 Νῦν καιρὸς ἐκβοῆσαι τὸ προφητικὸν ἐκεῖνο καὶ εἰπεῖν· «Τίς δώσει τῇ

κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου;» Εἰ γὰρ καὶ τούτους βαθεῖα περιέχει σιγή, καὶ κεῖνται ἅπαξ κεκαρωμένοι τῷ δεινῷ, καὶ τῷ καιρίῳ τῆς πληγῆς ἀφῃρημένοι καὶ αὐτὴν ἤδη τοῦ πάθους τὴν αἴσθησιν, ἀλλ' οὐχ ἡμᾶς γε παριέναι ἀδακρυτὶ τοσοῦτο πτῶμα χρή. Εἰ γὰρ Ἱερεμίας τοὺς ἐν πολέμῳ τὰ σώματα πεπληγότας μυρίων θρήνων ἀξίους ἔκρινε, τί ἄν τις εἴποι πρὸς τηλικαύτην ψυχῶν συμφοράν; «Οἱ τραυματίαι σου, φησίν, οὐ τραυματίαι ῥομφαίας, καὶ οἱ νεκροί σου οὐ νεκροὶ πολέμου.» Ἀλλὰ τὸ κέντρον τοῦ ὄντως θανάτου, τὴν χαλεπὴν ἁμαρτίαν ὀδύρομαι, καὶ τὰ πεπυρωμένα τοῦ Πονηροῦ βέλη, ψυχὰς ὁμοῦ μετὰ σωμάτων βαρβαρικῶς καταφλέξαντα. Ἦ μεγάλα ἂν στενάξειαν οἱ τοῦ Θεοῦ νόμοι, τηλικοῦτον ἄγος ἐπὶ γῆς ἐπιβλέποντες, οἵγε, ἀπα γορεύοντες ἀεὶ καὶ βοῶντες πάλαι μέν· «Οὐκ ἐπιθυ μήσεις τὴν γυναῖκα τοῦ πλησίον σου», διὰ δὲ τῶν ἁγίων Εὐαγγελίων· «Ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ», νῦν δὲ ἐφορῶσιν αὐτὴν ἀδεῶς μοιχευομένην τοῦ ∆εσπότου τὴν νύμφην. Στενάξειε δ' ἂν καὶ αὐτὰ τῶν ἁγίων τὰ πνεύ ματα· Φινεὲς μὲν ὁ ζηλωτής, ὅτι μὴ καὶ νῦν ἔξεστιν αὐτῷ τὸν σειρομάστην μετὰ χεῖρας λαβόντι σωματικῶς ἐκδικῆσαι τὸ μύσος· ὁ δὲ βαπτιστὴς Ἰωάννης, ὅτι μὴ δύναται κατα λιπὼν τὰς ἄνω διατριβάς, καθάπερ τότε τὴν ἔρημον, ἐπὶ τὸν ἔλεγχον τῆς παρανομίας δραμεῖν, καί, εἰ παθεῖν τι δέοι, τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον ἢ τὴν παρρησίαν. Μᾶλλον δέ, εἴπερ ἡμῖν, κατὰ τὸν μακάριον Ἄβελ, καὶ αὐτὸς ἀποθανὼν ἔτι λαλεῖ καὶ βοᾷ νῦν καὶ κέκραγε μεῖζον ἢ περὶ τῆς Ἡρωδιάδος τότε· «Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν». Καὶ γάρ, εἰ τὸ σῶμα Ἰωάννου, κατὰ τὸ ἀναγκαῖον τῇ φύσει, τὸν θεῖον ὅρον ἐδέξατο καὶ ἡ γλῶσσα σιγᾷ, «Ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται». Ὁ γάρ, ἐπειδὴ συνδούλου γάμος ἠθετεῖτο, μέχρι θανάτου τὴν παρρησίαν προαγαγὼν τί ἂν πάθοι τηλικαύτην ἐφορῶν ὕβριν περὶ τὸν ἅγιον τοῦ Κυρίου νυμφῶνα; 46.2 Ἀλλὰ σύ, τῆς θείας ἐκείνης κοινωνίας τὸν ζυγὸν ἀπορ ρήξασα, καὶ τὸν μὲν ἄχραντον τοῦ ἀληθινοῦ Βασιλέως ἀποδρᾶσα νυμφῶνα, πρὸς δὲ τὴν ἄτιμον ταύτην καὶ ἀσεβῆ φθορὰν αἰσχρῶς πεσοῦσα, ἐπεὶ οὐκ ἔχεις πῶς τὴν πικρὰν ταύτην κατηγορίαν ἐκφύγῃς, οὐδέ τίς ἐστί σοι τρόπος οὐδὲ μηχανὴ τὸ δεινὸν συγκαλύψαι, ὁμόσε τῇ τόλμῃ χωρεῖς. Καὶ ἐπειδήπερ ἀσεβής, ἐμπεσὼν εἰς βάθος κακῶν, λοιπὸν καταφρονεῖ, αὐτὰς ἀπαρνῇ τὰς πρὸς τὸν Νυμφίον συνθήκας, οὔτε εἶναι παρθένος, οὔτε ὑποσχέσθαι ποτὲ βοῶσα, ἣ πολλὰ μὲν ἐδέξω, πολλὰ δὲ ἐπεδείξω παρθενίας συνθήματα. Μνήσθητι τῆς καλῆς ὁμολογίας, ἣν ὡμολόγη σας ἐνώπιον Θεοῦ καὶ ἀγγέλων καὶ ἀνθρώπων. Μνήσθητι τῆς σεμνῆς συνοδίας καὶ ἱεροῦ παρθένων χοροῦ καὶ συναγωγῆς Κυρίου καὶ Ἐκκλησίας ὁσίων, καὶ γηραλέας ἐν Χριστῷ μάμμης νεαζούσης ἄρτι καὶ ἀκμαζούσης τὴν ἀρε τήν, καὶ μητρὸς ἐν Κυρίῳ πρὸς ἐκείνην ἁμιλλωμένης καὶ ξένοις τισὶ καὶ ἀήθεσι πόνοις καταλύειν φιλονεικούσης τῆς συνηθείας τὸ κράτος, καὶ ἀδελφῆς ὁμοίως τὰ μὲν ἐκείνας μιμουμένης, τὰ δὲ καὶ ὑπερβαίνειν φιλοτιμου μένης, καὶ τοῖς παρθενικοῖς πλεονεκτήμασιν ὑπερακον τιζούσης τὰ προγονικὰ κατορθώματα, καί σε τὴν ἀδελφήν, ὡς ᾤετο, πρὸς τὴν τῶν ἴσων ἅμιλλαν καὶ λόγῳ καὶ βίῳ φιλοπόνως ἐκκαλουμένης. Μνήσθητι τούτων καὶ ἀγγε λικῆς περὶ τὸν Θεὸν μετ' ἐκείνων χορείας