οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
∆εσπότης, οὐκέτι διακόνοις τισὶ καὶ ὑπηρέταις ἐχρῆτο πρὸς κατόρθω σιν τῆς ἡμετέρας σωτηρίας, ἀλλ' ἑαυτὸν ὑπὲρ ἡμῶν ἀντιτιθεὶς τῷ τυραννήσαντι διαβόλῳ, γέγονεν ἄνθρω πος· καὶ τίκτεται μὲν διὰ τῆς ἁγίας Παρθένου· πολλὰ δὲ σημεῖα καὶ τέρατα τοῖς διδασκαλικοῖς ὁμοῦ παρ εχόμενος λόγοις, πάντα μετετίθει πρὸς τὸ ἄμεινον, καὶ τὴν κατεφθαρμένην τοῦ ἀνθρώπου φύσιν εἰς και νότητα μεταρυθμίζων ζωῆς, καθάπερ ἐκ δεσμῶν λελυμένην, ἐλευθέραν προσῆγε τῷ Πατρὶ, καὶ τοὺς ἐκ τῆς ἁμαρτίας συντετριμμένους, ἡμερωτάτῳ δόγ ματι, πρὸς ἑαυτὸν ἐκάλει, λέγων· "∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀνα παύσω ὑμᾶς." Τέθειτο μὲν οὖν ἐν τούτοις τὰ καθ' ἡμᾶς. ∆ιεπρίετο δὲ πάλιν ὁ τύραννος ἐπὶ τοῖς τοῦ Σωτῆρος ἡμῶν κατορθώμασι· καὶ θρήνου πρόφασιν ἐποιεῖτο τὴν ἡμετέραν σωτηρίαν· ὡς δὲ τῆς ἐκ πλεον εξίας αὐτῷ πεποιημένης ἀρχῆς ἐξωθούμενος εἰς βαθεῖαν ἐβαπτίζετο λύπην. Ἡλίου μὲν γὰρ δίκην ἀναλάμπον τὸ θεῖον κήρυγμα βλέπων, κατεσκεδασμέ νην δὲ ἤδη τὴν τῆς ἀρχαίας ἀσεβείας ἀχλὺν, ὠδῖνας τὰς ἐπὶ τούτῳ δριμείας ἐδέχετο· ἀναζέων δὲ τοῖς θυ μοῖς, καὶ θερμοτάτῳ συντηκόμενος φθόνῳ, θανάτῳ περιβαλεῖν ἐβούλετο τὴν ζωήν· καὶ τὸν ἐπὶ σωτηρίᾳ πάντων ἐπιδημήσαντα Κύριον τοῖς τῆς φθορᾶς ὑπο θήσειν δεσμοῖς προσδοκήσας ὁ παραφρονέστατος, ἀνα πείθει τῶν ὁμογνωμόνων τινὰς Ἰουδαίων, ὑπηρέτας αὐτῷ γενέσθαι τοῦ δράματος, καὶ τῆς ἀνοσίου τόλμης ὑπεραστάς. Οἳ καὶ σταυρῷ παραδόντες τῶν ἀπάν των ∆εσπότην, ὅσον εἰς τὴν τῶν τολμησάντων ὑπερ οχὴν, κρείττους ἤδη καὶ τῆς διαβολικῆς ὑπονοίας ἐφαίνοντο, καὶ τὸ ἐκείνου παρατρέχοντες θάρσος, μικρὸν ἐν τούτοις ὄντα, τὸν ἑαυτῶν ἀπέφαινον βρα βευτήν. Ὁ μὲν οὖν ἁπάντων Σωτὴρ, τὴν τοῦ γένους ἡμῶν σωτηρίαν, ἄριστά τε καὶ λίαν ἐντέχνως διοι κούμενος, ἐτίθει, καθὼς γέγραπται, τὴν ψυχὴν ὑπὲρ ἡμῶν, ἅτε δὴ καὶ ποιμὴν ὑπάρχων ἀγαθὸς, καὶ τῆς τῶν προβάτων ἀγέλης προκινδυνεύειν οὐ παραιτού μενος. Ὁ δὲ τῶν Ἰουδαϊκῶν τολμημάτων ἐξηγούμενος, καὶ τῆς ἐφ' ἑαυτῷ παγίδος κατασκευαστὴς, μόλις ἔγνω παθὼν, ὅτι τῆς ἐλπίδος ἐσφάλλετο, πρὸς πᾶν τοὐναντίον μετακεχωρηκότος τοῦ πράγματος, καὶ θαλαττίου δίκην πλωτῆρος, καθάπερ ἐξ οὐρίου πνεύματος εἰς πόδα τῶν λίνων μεσούσης αὐτῷ τῆ; νεὼς, ἐθρήνει βλέπων ἐξ ἀντιστρόφου τὰ προσδοκώ μενα. Κρατήσειν γὰρ οἰηθεὶς, καὶ χαλεπωτέραν τὴν καθ' ἡμῶν καταστήσεσθαι τυραννίδα, καὶ τοῦ δύνα σθαί τι λοιπὸν ὁ δείλαιος ἐξεβάλλετο. Σειραῖς γὰρ ἀλύτοις, καθάπερ τι θηρίον, καταδεσμούμενος, καὶ τῆς ἐνούσης ἰσχύος ἀπονευρούμενος, χώραν ἐποιεῖτο καὶ πόλιν τὸν ἐσώτατον τοῦ θανάτου μυχὸν, καὶ ὁ ψυχραῖς ἠπατημένος ἐλπίσιν, ὡς ὅμοιος ἔσεσθαι τῷ Ὑψίστῳ δοκῶν, ἐπάνω τε τοῦ οὐρανοῦ τὸν οἰκεῖον ἱδρύσειν θρόνον ἐκμελετήσας ποτὲ, οὐκ εἶχεν εἰπεῖν ᾅδου τι ἀθλιώτερον. Αἱ μὲν γὰρ τῶν ἀνθρώπων ψυχαὶ, 77.533 διὰ τῆς ἐκείνου κακουργίας σεσαγηνευμέναι πρὸς ἀπώλειαν, ἔξω τῶν ὑποχθονίων ἐγένοντο πυλῶν· καὶ τοὺς τῆς ἀβύσσου κευθμῶνας ἐκδύνουσαι, τὰς ἀν ηλίους τοῦ θανάτου διέφευγον αὐχάς. Καὶ τὸν βαθὺν ἐκεῖνον διανηχόμενοι σκότον, πρὸς τὸ τοῦ Σωτῆρος ἐβάδιζον φῶς. Παρειστήκει γὰρ "λέγων τοῖς ἐν δε σμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε." Ἐπειδὴ δὲ σεσύλητο τῶν πνευμάτων ὁ ᾅδης, καὶ λέλυτο τοῦ θανάτου τὸ κράτος, ἄνεισι μὲν ὁ Σω τὴρ νικηφόρος· ἀναστήσας δὲ τριήμερον τὸν ἑαυτοῦ ναὸν, καὶ τὴν τῶν σωμάτων ἀναβίωσιν ἐνεργεστάτῳ τρόπον τινὰ ζωγραφήσας ὑποδείγματι· καὶ πάσας ἡμῖν τὰς ἐπ' ἀγαθοῖς ῥιζώσας ἐλπίδας, συνταξάμενος τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ βαπτίζειν ἐπιτάξας πάντα τὰ ἔθνη εἰς ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, εἰς αὐτὸν ἀναβαίνει τὸν οὐρα νὸν, ἀνηβῶσαν εἰς ἀφθαρσίαν διὰ τῆς χάριτος ἐπι δείξων τῷ Πατρὶ τὴν ἐξ ἁμαρτίας συντετριμμένην τοῦ ἀνθρώπου φύσιν, καὶ ὥσπερ τινὰ ἄσταχυν ἀπαρχὴν ἑαυτὸν ἀνακομίζων τῷ φύσαντι. Ἐπὶ τού τοις, ἀγαπητοὶ, μικρὰς ἀποδιδόντες τῷ Σωτῆρι τὰς ἀμοιβὰς, καὶ τοῖς κατὰ δύναμιν χαριστηρίοις τὸν εὐεργέτην