1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

46

καὶ πνευ ματικῆς ἐν σαρκὶ ζωῆς καὶ οὐρανίου ἐπὶ γῆς πολιτεύ ματος. Μνήσθητι ἡμερῶν ἀθορύβων καὶ νυκτῶν πεφωτισ μένων καὶ ᾠδῶν πνευματικῶν καὶ ψαλμῳδίας εὐήχου καὶ προσευχῶν ἁγίων καὶ ἁγνῆς κοίτης καὶ ἐγκρατοῦς τρα πέζης καὶ παρθενικῆς προόδου. Ποῦ μέν σοι τὸ σεμνὸν ἐκεῖνο σχῆμα, ποῦ δὲ τὸ κόσμιον ἦθος καὶ ἐσθὴς λιτὴ καὶ παρθένῳ πρέπουσα καὶ καλὸν μὲν τὸ ἐξ αἰδοῦς ἐρύθημα, εὐπρεπὴς δὲ ἡ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας ἐπανθοῦσα ὠχρότης καὶ πάσης εὐχροίας χαριέστερον ἐπιλάμπουσα; Ποσάκις ἐν προσευχαῖς ὑπὲρ τοῦ τηρῆσαι τὴν παρθενίαν ἄσπιλον ἴσως ἐξέχεας δάκρυα; Πόσα δὲ γράμματα πρὸς τοὺς ἁγίους ἐχάραξας, δι' ὧν ἠξίους ὑπερεύχεσθαί σου, οὐχ ἵνα γάμου ἀνθρωπίνου, μᾶλλον δὲ τῆς ἀτίμου ταύ της φθορᾶς ἐπιτύχῃς, ἀλλ' ἵνα τοῦ Κυρίου Ἰησοῦ μὴ ἐκπέσῃς; Πόσα δὲ δῶρα τοῦ Νυμφίου ἐδέξω; Τί δεῖ καὶ λέγειν τὰς δι' Ἐκεῖνον παρὰ τῶν Ἐκείνου τιμάς; Τὰς μετὰ παρθένων συμβιώσεις; Τὰς σὺν ἐκείναις προόδους; Τὰς παρὰ παρθένων δεξιώσεις; Τὰ ἐπὶ παρθενίᾳ ἐγκώμια; Τὰς παρθενικὰς εὐλογίας; Τὰ ὡς πρὸς παρθένον γράμ ματα; Ἀλλὰ νῦν ὀλίγην αὔραν δεξαμένη τοῦ ἀερίου πνεύ ματος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, πάντων ἐκείνων ἔξαρνος γέγονας, καὶ τὸ τίμιον ἐκεῖνο καὶ περιμάχητον κτῆμα βραχείας ἡδονῆς ἀντικατηλλάξω, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρό τερον χολῆς εὑρήσεις. 46.3 Ἐπὶ τούτοις τίς οὐκ ἂν πενθήσας εἴποι· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών;» Πῶς δὲ οὐκ ἂν αὐτὸς ὁ Κύριος ἀποφθέγξαιτο πρός τινα τῶν νῦν ἐν πνεύματι Ἱερεμίου περιπατούντων· «Εἶδες ἃ ἐποίησέ μοι ἡ παρθένος τοῦ Ἰσραήλ; Ἐγὼ ἐμνηστευσάμην αὐτὴν ἐμαυτῷ ἐν πίστει καὶ ἀφθαρσίᾳ, ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καθὼς διὰ Ὠσηὲ τοῦ προφήτου αὐτῇ ἐπηγγει λάμην. Αὐτὴ δὲ ἠγαπήκει ἀλλοτρίους καί, ζῶντος ἐμοῦ τοῦ ἀνδρός, μοιχαλὶς χρηματίζει καὶ οὐ φοβεῖται γενομένη ἀνδρὶ ἑτέρῳ.» Τί δὲ ἄρα ὁ νυμφαγωγός, ὁ θεῖος καὶ μακάριος Παῦλος, ὅ τε ἀρχαῖος ἐκεῖνος καὶ ὁ νέος οὗτος, ὑφ' ᾧ μεσίτῃ καὶ διδασκάλῳ τὸν μητρῷον οἶκον καταλι ποῦσα τῷ Κυρίῳ συνήφθης; Ἆρα οὐκ ἂν εἴποι τῷ τοσούτῳ κακῷ περιπαθήσας ἑκάτερος· «Φόβος γὰρ ὃν ἐφοβούμην ἦλθέ μοι καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι· ἐγὼ μὲν γάρ σε ἡρμοσάμην ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χρι στῷ»; Καὶ ἐφοβούμην ἀεὶ μή πως, ὡς ὁ ὄφις ἐξηπάτη σεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ ποτε τὰ νοήματά σου. ∆ιά τοι τοῦτο μυρίαις μὲν ἐπῳδαῖς ἐπειρώ μην ἀεὶ καταστέλλειν τῶν παθῶν τὸν τάραχον, μυρίαις δὲ φυλακαῖς συντηρεῖν τοῦ Κυρίου τὴν νύμφην, καὶ τὸν βίον ἀεὶ τῆς ἀγάμου διεξῄειν, ὅτι δὴ μόνη ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵν' ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι· καὶ τὸ ἀξίωμα τῆς παρθενίας ὑφηγούμην, καί, ναόν σε Θεοῦ προσαγορεύων, οἱονεὶ πτερὸν ἐδίδουν τῇ προθυμίᾳ πρὸς Ἰησοῦν ἀνακουφίζων, καὶ τῷ φόβῳ τοῦ δεινοῦ πρὸς τὸ μὴ πεσεῖν ἐβοήθουν λέγων· «Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθεί ρει, φθερεῖ τοῦτον ὁ Θεός.» Καὶ δὴ καὶ τὴν ἐκ τῶν εὐχῶν προσετίθουν ἀσφάλειαν, εἴ πως ὁλόκληρόν σοι τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τηρηθείη. Ἀλλὰ γὰρ εἰκῆ ταῦταπάντα κεκοπίακα εἰς σέ, καί μοι πικρὸν ἐξέβη τῶν γλυ κέων ἐκείνων πόνων τὸ πέρας, καὶ στένειν ἀνάγκη πάλιν ἐφ' ᾗ ἔδει με χαίρειν. Ἰδοὺ γὰρ ἠπάτησαι μὲν ὑπὸ τοῦ ὄφεως τῆς Εὔας πικρότερον. Ἔφθαρται δέ σοι οὐ τὰ νοήματα μόνον, ἀλλὰ γὰρ σὺν ἐκείνοις καὶ αὐτὸ τὸ σῶμα· καὶ τὸ φρικῶδες ἐκεῖνο, ὃ καὶ εἰπεῖν ὀκνῶ καὶ σιωπᾶν οὐ δύναμαι (ἔστι γὰρ ὡς πῦρ καιόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν), ἄρασα τὰ μέλη τοῦ Χριστοῦ πεποίηκας πόρνης μέλη. Τοῦτο μόνον ἐν πᾶσι κακὸν ἀσύγκριτον, τοῦτο καινὸν ἐν βίῳ τὸ τόλμημα. «Ὅτι διέλθετε, φησί, νήσους Χεττιεὶμ καὶ ἴδετε· καὶ εἰς Κηδὰρ ἀποστείλατε καὶ νοήσατε σφόδρα εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί.» Ἡ δὲ παρθένος ἠλλάξατο τὴν δόξαν ἐν τῇ αἰσχύνῃ αὐτῆς. Ἐξέστη ὁ