οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἀντευφραίνοντες, τὴν ἑαυτῶν ὁμολογῶμεν πενίαν, λέγοντες· "Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ποτήριον σωτη ρίου λήψομαι, καὶ τὸ ὄνομα τοῦ Κυρίου ἐπικαλέσο μαι." Σωτηρίου γὰρ ὄντως ποτήριον ἡ εἰς Θεὸν εὐ χαριστία· εὐχαριστοῦντες δὲ ὅσον ἐν λόγοις καὶ ῥή μασι, καὶ τὰς ἐκ τῶν ἀνδραγαθημάτων προσθήκας προσκομίζομεν αὐτῷ· τὸ μὲν σῶμα πάσης μοχθηρᾶς ἀφιστῶντες ἡδονῆς, ἐκκαθαίροντες δὲ καὶ τὸ πνεῦμα, καὶ πάσης αὐτὸ πονηρίας ἐλευθεροῦν ἐπειγόμενοι, λελωβημένους ἐπισκεπτόμενοι, τοὺς ἐν πενίᾳ παρα καλοῦντες, ὀρφανοῖς καὶ χήραις τὸ ἐκ τῆς συμφορᾶς ἐπελαφρίζοντες βάρος, τοῖς δεσμίοις διὰ τοῦ συναλ γεῖν συνδεσμούμενοι, τοὺς κακουχουμένους ἀνακτώ μενοι, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τῆς γὰρ οὕτω σεμνῆς ἐχόμενοι πολιτείας, καὶ πάντα κατὰ τὸν θεῖον πράττοντες νόμον, εὐδοκιμήσομεν παρὰ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ νουμηνίας τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ἕκτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες τὰς νηστείας τῇ ἑνδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ Σαββάτου, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἐξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ δωδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ τῆς τῶν ἁγίων ἀξιωθῶμεν ἐν οὐρανοῖς κοινωνίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Ζʹ.
αʹ. "Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε." Ἰδοὺ γὰρ ἡμῖν
διὰ τῶν αὐτῶν ἀνακυκλημά των ἐρχόμενος ὁ τριπόθητος τῆς ἁγίας ἡμῶν ἑορτῆς ἀνίσχει καιρὸς, καὶ τοῖς ἐξ ἀλλοδαπῆς εἰς τὴν ἐνεγ κοῦσαν καταίρουσι παραπλήσιος· εἴσω δὲ τῶν λιμέ νων ἤδη φαίνεται, καὶ λοιπὸν ἐξάπτει τῆς ἠπείρου τὰ πείσματα. Ἐπειδὴ δὲ ἤδη πάρεστι, καὶ μονονουχὶ γέγονεν ἡμῖν ἐνδήμιος, ἀκόλουθον οἶμαι καὶ πρέπον, ἡμᾶς δὴ μάλιστα, εἴ γε τῆς θείας ἱερωσύνης ἐπει λημμένοι, τὴν ἱερὰν ἐπὶ γλώττης φοροῦμεν σάλπιγγα, τὰ λαμπρὰ τῆς πανηγύρεως διδόναι συνθήματα, καὶ καθάπερ εἰς θίασον ἕνα τοὺς ἀπὸ πανταχόθεν συν αγείρειν, λέγοντας κατὰ τὸν ἅγιον Ψαλμῳδόν· "∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς·" Ἑκάστῳ μὲν γὰρ ἀπονέμειν καιρῷ τὰ αὐτῷ πρέποντα, καλὸν δὴ λίαν οἶμαι καὶ σοφόν. Τὸ δὲ πειρᾶσθαι τῆς τοῦ συμφέροντος θήρας οὐχ ἁμαρτάνειν, μόνοις εἶναί φημι τοῖς ἀγαθοῖς τὴν ἕξιν ἁρμοδιώτατον. Οὐκοῦν ἐπείπερ ἡμῖν ὁ τῶν εὐκλεῶν ἱδρώτων ἀνεδείχθη και ρὸς, προθύμως παρόντος ἐπιδραττώμεθα. Καθαρίσω μεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ, καὶ διὰ νηστείας ἀγαθῆς νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· πορ νείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν. Οὕτω γὰρ, οὕτω τῷ πανάγνῳ Θεῷ συνεσόμεθα λέγοντι· "Ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος." Παῖδες μὲν οὖν ἰατρῶν οἱ φιλοτεχνέστατοι, διὰ ποικίλων εὑρημάτων τὰς τῶν σωμάτων ἐξαρτύουσι θεραπείας· καὶ τοῖς ὀχλουμένοις ὑπὸ τούτων, ὅσα τὴν εὔτακτον τῶν ἐν ἡμῖν στοιχείων κράσιν διαλυμαίνεσθαι φιλεῖ, προσ άγουσι τοὺς ἐτησίους καθαρισμούς· μικρὰ μὲν λυποῦν τες ἐκ τοῦ παραχρῆμα τὸν προσερχόμενον, πλὴν οὐ μικρῶν ἀποπέμποντες νοσημάτων ἐλεύθερον. ∆ιὸ δὴ πάλιν οἶμαι προσήκειν ἡμᾶς ποιεῖσθαι περὶ πολλοῦ, μακρὰν ἑαυτοῖς τὴν εἰς τὸ μέλλον ἀποσωρεύσειν ἀσφάλειαν· τὸ δὲ μετρίως ἐκ τῶν ὠφελούντων ἀλγύ νεσθαι δεχομένους, ἤγουν τὸ κάμνειν ὀλίγα παραι