Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
οὐδέ που τῷ τε μείζονι καὶ τῷ ἐλάττονι. Εἰ μὲν οὖν ἕν ἐστιν ὁ Πατὴρ ὡς πρὸς τὸν Υἱὸν κατὰ τὸν τῆς φύσεως λόγον, λεγέτωσαν ἡμῖν οἱ πικροὶ συζητηταὶ, κατὰ τίνα τρόπον χωρήσει ἐπ' αὐτῶν τὸ μεῖζον καὶ τὸ ἔλαττον; Εἰ δὲ πάντη διεστηκὼς καὶ κεχωρισμένος τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς εἰσφέρεται, ἑτέρας τε φύσεως ὑπείληπται παρ' ὑμῖν, πῶς τὰ πάντη διεστηκότα κατὰ τὸν τοῦ πως εἶναι λόγον τὴν πρὸς ἄλληλα σύγκρισιν ἐπιδέξεται; Οὐ γὰρ δή τις ἔξω γελοιότητος κείσεται τὰ κατὰ μηδὲν ἀλλήλοις κοινωνοῦντα συγκρίνων, καὶ ἥλιον ξύλου λέγων εἶναι λαμπρότερον. Εἰ τοίνυν τὰ ἑτερογενῆ καὶ τὴν πρὸς ἄλληλα σύγκρισιν παραιτούμενα φαίνεται, ἀπαίδευτος ἡ πρότασις τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐπὶ Υἱοῦ καὶ Πατρὸς εἰσφέρουσα, εἴπερ εἰσὶν οὐ τῆς αὐτῆς οὐσίας, καθ' ὑμᾶς, 75.153 καὶ ταύτην ἀπόδειξιν ποιουμένη τῆς ἑτεροουσιότητος, ἣν οὐκ οἶδα πόθεν ἐπινοοῦσιν ἐπὶ τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας, καὶ τὸ ἔλαττον οὐδαμόθεν χωρεῖν δυναμένης· ἀπαιτούσης δὲ μᾶλλον τὴν αὐτῇ πρέπουσαν τελειότητα, ἐπείπερ οὐδὲν ἔλαττον οὐδὲ ἀτελὲς ἐν τῷ κατὰ φύσιν Θεῷ, ὅπερ ἐστὶν ὁ Υἱός. ΑΛΛΟ. Μείζονά φασιν οἱ χριστομάχοι τοῦ Υἱοῦ τὸν Πατέρα δυσφημοῦντες ἀφυλάκτως, καὶ μὴ νοοῦντες, καθὰ γέγραπται, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. ∆ιὸ δὴ πάλιν ταῖς ἐκείνων μανίαις τὸν ὀρθὸν ἀντιστρατεύοντες λόγον, ἐρωτήσομεν αὐτούς· Λέγετε πάλιν ἡμῖν, ὦ οὗτοι, πότερόν ποτε, καθάπερ ὑμεῖς φατε, μείζων ἦν ἀεὶ ὁ Πατὴρ τοῦ Υἱοῦ, ἢ γέγονεν ὕστερον; Εἰ μὲν οὖν κατά τινα χρόνον μείζων ἐφαίνετο τοῦ Υἱοῦ, προσγέγονέ τι τῷ Θεῷ καὶ Πατρί· καὶ ὃ μὴ πρότερον ὑπῆρχεν αὐτῷ, νῦν ἔχων φαίνεται· πῶς οὖν τέλειος ἦν ὁ τούτου λειπόμενος ἐξ ἀρχῆς; Ἀλλ' ἦν ἀεὶ τέλειος, οὐκ ἄρα ἐλείπετο τοῦ μείζονος· ἦν δὲ ἀεὶ τοῦτο, καθ' ὑμᾶς. Ἀλλ', ὦ βέλτιστοι, συνορᾶτε δή που καὶ ὑμεῖς ὅτι διὰ τὸ ἔλαττον καὶ τὸ μεῖζον ὑμῖν εὐλόγως κινδυνεύσει, καὶ δειχθήσεται λοιπὸν ἕωλος ὑμῶν ἡ πρότασις. Τὸ γὰρ μεῖζόν τινος λεγόμενον, οὐκ ἂν εἴη μεῖζον, μὴ ἑτέρου τινὸς πάντως παρακειμένου καὶ ἐλάττονος, πρὸς ὃ δὴ καὶ μετρούμενον, μεῖζον ὡς πρὸς αὐτὸ φαίνεται. Εἰ τοίνυν ἀεὶ μείζων ἦν ὁ Πατὴρ τοῦ Υἱοῦ, ἀνάγκη πᾶσα τὸν Υἱὸν συνεισφέρεσθαι τῷ Πατρὶ, πρὸς ὃν ὡς, καθ' ὑμᾶς, ἐλάττονα ὄντα συγκρινόμενος, μείζων ἐφαίνετο. Εἰ τοίνυν, κατὰ τὴν ὑμετέραν πρότασιν, διὰ τοῦτο μείζων ἐστὶν ὁ Πατὴρ τοῦ Υἱοῦ, ἐπειδήπερ αὐτὸς ἀϊδίως μὲν ἦν, ὁ δὲ Υἱὸς οὐχ οὕτως, ἐπειδὴ δέδεικται συνὼν ἀεὶ καὶ συνυπάρχων τῷ Πατρὶ, οὐκ ἔσται κατά τι γοῦν ἐλάττων, ἢ ἑτεροούσιος αὐτοῦ. Ὧ γὰρ λόγῳ μὴ συνὼν ἀπελείπετο τῆς ἰσότητος, τῷ αὐτῷ πάλιν καὶ ἐξ ἀντιστροφῆς λόγῳ, ἐπειδὴ συνυπάρχει, κατ' οὐδένα τρόπον ἀπολειφθήσεται. Ἐπὶ δὲ τῶν ἀλλήλοις κατὰ πάντα προσεοικότων φυσικῶς, καὶ μεγέθει μὴ μετρουμένων, ποῦ χωρήσει τὸ μεῖζον καὶ τὸ ἔλαττον; ΑΛΛΟ. Εἰ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, κατὰ τὴν ὑμετέραν πρότασιν, ὦ χριστομάχοι, πῶς αὐτῷ τὴν ἰσότητα Παῦλος ἀποδίδωσι, λέγων· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν; Εἰ τοίνυν ὁ τῆς ἐνανθρωπήσεως τρόπος τὴν ταπείνωσιν ἔχει, καὶ τὴν λεγομένην ἐνθάδε κένωσιν, ἀνάγκη πᾶσα σώζεσθαι τὸ τέλειον τῷ Υἱῷ κατ' ἰσότητα τὴν πρὸς τὸν Θεὸν καὶ Πατέρα πρὸ τῆς ἐνανθρωπήσεως. Ἐντεῦθεν γὰρ ἡμῖν φανεῖται καὶ ἡ ταπείνωσις. Εἰ γὰρ ἦν ἐλάττων ἐξ ἑαυτοῦ καὶ πρὸ τῆς ταπεινώσεως, ποῖ δὴ ἄρα καταβεβηκὼς ὀφθήσεται, καὶ τίς ἡμῖν ὁ τῆς ταπεινώσεως τρόπος; 75.156 ΑΛΛΟ. Εἰ διὰ τὸ πάθημα τοῦ θανάτου βλέπομεν ἠλαττωμένον τὸν Ἰησοῦν, κατὰ τὴν τοῦ Παύλου φωνὴν, πρὸ τοῦ πάθους ἄρα τὸ ἔλαττον οὐκ ἦν ἐν αὐτῷ. Εἰπόντος δὲ τούτου, τὸ εἶναι τέλειον αὐτὸν εἰσβαίνειν ἀνάγκη. Τέλειος δὲ ὢν ὁ Υἱὸς, καὶ τῇ τοῦ Πατρὸς τελειότητι παρισούμενος, οὐκ ἐπιδέξεται δηλονότι τῶν ἀνομοίων τὸ ἔλαττον. ΑΛΛΟ. Τὴν ἰσότητα τῷ Υἱῷ προσμαρτυρῶν ὁ Παῦλος ἣν ἔχει πρὸς τὸν Πατέρα, φησί που σαφῶς· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Λέγει δὲ αὐτὸν καὶ