47
οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα. Λέγει πάντως καὶ νῦν ὁ Κύριος ὅτι «∆ύο καὶ πονηρὰ ἐποίησεν ἡ παρθένος· ἐμὲ ἐγκατέλιπε τὸν ἀληθινὸν ἁγίων ψυχῶν ἅγιον νυμφίον, καὶ ἀπέδρα πρὸς ἀσεβῆ καὶ παράνομον ψυχῆς ὁμοῦ καὶ σώματος φθορέα. Ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτῆς καὶ παρέστησε τὰ μέλη αὐτῆς δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ. Ἐμοῦ ἐπελάθετο καὶ ὀπίσω τοῦ ἐραστοῦ αὐτῆς ἐπορεύετο.» 46.4 Συνέφερεν αὐτῷ εἰ μύλος ὀνικὸς περιέκειτο περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπτο εἰς τὴν θάλασσαν, ἢ ὅτι ἐσκανδάλισε τὴν παρθένον Κυρίου. Τίς δοῦλος αὐθάδης εἰς τοσοῦτον ἐμάνη ὡς δεσποτικῇ κοίτῃ ἑαυτὸν ἐπιρρῖψαι; Ποῖος λῃστὴς ἐπὶ τοσοῦτον ἀπονοίας προήχθη ὡς αὐτῶν ἐφάψασθαι τῶν τοῦ Θεοῦ ἀναθημάτων, οὐ σκευῶν ἀψύχων, ἀλλὰ σωμάτων ζώντων καὶ ψυχὴν ἔνοικον ἐχόντων κατ' εἰκόνα Θεοῦ πεποιημένην; Τίς ἀπ' αἰῶνος ἠκούσθη ἐν μέσῃ πόλει καὶ σταθερᾷ μεσημβρίᾳ εἰκόνι βασιλικῇ χοίρων μορφὰς ἀκαθάρτων ἐπιγράψαι τολμήσας; Ἀθετήσας τις γάμον ἀνθρώπου, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει. Πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσε ται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὴν αὐτῷ καθομολογηθεῖσαν νύμφην νοθεύσας καὶ τὸ πνεῦμα τῆς παρθενίας ἐνυβρίσας; Ἀλλ' ἐβούλετο, φησίν, ἐκείνη, καὶ οὐκ ἄκουσαν ἐβιασάμην. Καὶ γὰρ ἡ δέσποινα ἡ ἄσωτος αὐτὴ τῷ καλῷ Ἰωσὴφ ἐπεμάνη, ἀλλ' οὐκ ἐνίκησε τὴν ἀρε τὴν τοῦ σώφρονος ἡ μανία τῆς ἀκολάστου, οὐδέ, χερσὶν αὐτῆς βιαζομένης, πρὸς τὴν παρανομίαν ἐκεῖνος ἐβιάσθη. Ἀλλ' ἐκέκριτο ἐκείνῃ τοῦτο, φησίν, καὶ οὐκέτι ἦν παρθέ νος· καί, εἰ ἐγὼ μὴ ἐβουλόμην, πρὸς ἄλλον ἂν ἐφθάρη. Καὶ γὰρ καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου, φησίν, ἔδει παραδοθῆναι, ἀλλ' οὐαὶ δι' οὗ παρεδόθη· καὶ τὰ σκάνδαλα ἐλθεῖν ἀνάγκη, ἀλλ' οὐαὶ δι' οὗ ἔρχεται. 46.5 Ἐπὶ τούτοις· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀπο στρέφων οὐκ ἐπιστρέφει;» ∆ιὰ τί ἀπέστρεψεν ἡ παρθένος ἀποστροφὴν ἀναιδῆ, καίτοι ἀκούσασα Χριστοῦ τοῦ νυμφίου διὰ Ἱερεμίου λέγοντος· «Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε. Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ, ἢ ἰατρὸς οὐκ ἔστιν; ἐκεῖ ∆ιὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;» Ἦ πολλὰ μὲν ἂν εὕροις ἐν τῇ θείᾳ Γραφῇ τοῦ κακοῦ ἀλεξήματα, πολλὰ δὲ ἐξ ἀπωλείας εἰς σωτηρίαν φάρμακα· τὰ περὶ θανάτου καὶ ἀναστάσεως μυστήρια, τὰ περὶ κρίσεως φοβερᾶς καὶ αἰωνίου κολάσεως ῥήματα, τὰ περὶ μετανοίας καὶ ἀφέσεως ἁμαρτημάτων δόγματα, τὰ μυρία ἐκεῖνα τῆς ἐπιστροφῆς ὑποδείγματα· τὴν δραχμήν, τὸ πρόβατον, τὸν υἱὸν τὸν καταφαγόντα τὸν βίον μετὰ τῶν πορνῶν, τὸν ἀπολωλότα καὶ εὑρεθέντα, τὸν νεκρὸν καὶ ἀναζήσαντα. Τούτοις χρησώμεθα τοῦ κακοῦ βοηθήμασι, διὰ τούτων τὴν ψυχὴν ἑαυτῶν ἰασώμεθα. Λαβὲ εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν (οὐ γὰρ δὴ μόνη σὺ τὸν αἰῶνα βιώ σεις) καὶ συνοχὴν καὶ πνιγμὸν καὶ θανάτου ὥραν καὶ ἀπό φασιν Θεοῦ κατεπείγουσαν καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην καὶ ἁμαρτωλῷ συνειδότι πικρῶς προμαστιγουμένην καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς ἐπιστρέφουσαν καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην. ∆ιάγραψόν μοι τῇ διανοίᾳ τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφήν, ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, «Ἥξει γὰρ καὶ οὐ παρασιωπήσεται»· ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅταν ἡ σάλπιγξ ἐκείνη, μέγα τι καὶ φοβερὸν ἠχή σασα, τοὺς ἀπ' αἰῶνος ἐξυπνίσῃ καθεύδοντας, καὶ ἐκπο ρεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Μνήσθητι τῆς τοῦ ∆ανιὴλ θεοπτίας, ὅπως ἡμῖν ὑπ' ὄψιν ἄγει τὴν Κρίσιν. «Ἐθεώρουν, φησίν, ἕως ὅτου θρόνοι ἐτέθησαν καὶ Παλαιὸς ἡμερῶν ἐκαθέζετο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλει τούργουν