οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
τουμένους, χαλεπωτέροις καὶ μείζοσι, μᾶλλον δὲ σκληροῖς καὶ ἀνουθετήτοις περιπίπτειν τοῖς ἐκ τοῦ κολάζεσθαι πόνοις. Ταῦτ' οὖν εἰδότας καὶ πεπεισμέ νους, τί δὴ λοιπὸν ἕτερον ποιεῖσθαι προσήκει, ἢ μετὰ γοργοῦ τοῦ φρονήματος ἐν βοηθημάτων τάξει καθαί ρειν εἰδότων, ταῖς ἑαυτῶν ψυχαῖς τὴν πάναγνον εἰσοικίζειν νηστείαν, τὴν ἁπάσης ἀρετῆς μητέρα, τὴν ἐπὶ σεμνότητα ποδηγὸν, τὴν ὅ τι διαπρέπειν προσήκει ἐν ἀγαθοῖς ἀεὶ συμβουλεύουσαν; Μάχεται μὲν γὰρ τοῖς ἐκτόποις τοῦ νοῦ κινήμασιν· ἀναιρεῖ δὲ τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον· καὶ τὸν ὄχλον τῶν ἐν ἡμῖν ἀντιθάσσων ἡδονῶν κατ ευνάζουσα, μονονουχὶ μέγα τι καὶ διαπρύσιον ἀνα βοῶσά φησι· "Παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν." Ἀλλ' οὐκ ἂν, οἶμαι, τὶς τὸν οὕτω καλλίνικον 77.537 ἆθλον ἐξανύσαι ῥᾳδίως, εἰ μὴ νεανικῷ μὲν ἐπιθαρ σοίη φρονήματι, δέχοιτο δὲ ἀσμένως τὸ καὶ πολλάκις ἱδροῦν ὑπὲρ ἀρετῆς ἐπείγεσθαι, καὶ δόξαν ἡγοῖτο τὸ πονεῖν ἐπ' ἀγαθοῖς. Ὅνπερ γὰρ τρόπον οἱ τὰ ἐν ταῖς παλαίστραις μελετῶντες γυμνάσματα, καὶ πολλῇ μὲν εὐρωστίᾳ σώματος, τέχνῃ δὲ ταύτης ἐπαυλοῦντες οὐκ ἐλάττονι, εἰ στυγνοὶ, καὶ κατεπτηχότες, καὶ πρὸ τῆς θέας αὐτῆς τὸν ἀντίπαλον εἰς τὸ τῆς μάχης εἰστρέχοιεν ἐργαστήριον, καὶ προηττηθέντες τῷ φόβῳ τῆς ἐν σταδίοις κόνεως ἅπτοιντο, πίπτουσιν ἑτοίμως, καὶ πρὶν εἰς χεῖρας τῶν ἀνθεστηκότων ἐλ θεῖν, ἑαυτοὺς ταῖς δειλίαις ἀπονευρώσαντες· οἱ δὲ τῶν τοιούτων παθόντες οὐδὲν, καὶ μόνῳ πολλάκις τῷ σχήματι τὸ τῶν διεναντίων θορυβήσαντες θράσος, τὴν νικῶσαν ἐφ' ἑαυτοῖς ἁρπάζουσι ψῆφον· οὕτως, οἶμαι, καὶ οὐχ ἑτέρως, οἱ νόμῳ μὲν θείῳ συμβιω τεύοντες, πολιτείαν δὲ τὴν ἐξαίρετον ἐπιτηδεύειν σπουδάζοντες. Ὁ μὲν γὰρ πρόθυμός τε καὶ καρτε ρικώτατος, χαίρει μὲν γὰρ μᾶλλον ἤπερ ἄχθεται πονῶν, πλοῦτον δὲ ἡγεῖται τοὺς ἀγῶνας, καὶ τρυφήν. Ὁ δὲ δειλός τε καὶ ἄνανδρος, ὀκνηρῷ τῆς ἀδρανείας κεκρατημένος νοσήματι, ἀποφρίττει, καὶ μόνον ἀκούων ὅτι χρὴ πονοῦντα πλουτεῖν. ∆ιὸ καὶ Σοφός που τοῖς τοιούτοις ἐφάλλεται λόγοις· "Ἕως γὰρ πότε, φησὶν, ὀκνηρὲ, κατάκεισαι; Ὀλίγον μὲν ὑπνεῖς· ὀλί γον δὲ κάθησαι· μικρὸν δὲ νυστάζεις· ὀλίγον ἐναγκα λίζῃ χερσὶ στήθη. Εἶτα παραγίνεταί σοι ὥσπερ κα κὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς." Φύγωμεν τοίνυν τὰς ἐξ ὄκνου ζημίας, παραιτώμεθα τῶν ἀρετῶν τὴν πενίαν· καὶ τὸ πτω χεύειν ἐν ἀγαθοῖς, ὡς ἁπάντων αἴσχιστον τῶν νοση μάτων ἀποκρουσώμεθα. "Ἀνδριζώμεθα, καὶ κρα ταιούσθω ἡ καρδία ἡμῶν," καθὼς γέγραπται. Τῆς γὰρ τοιαύτης ἡμῖν ἀρετῆς καὶ αὐτὸς ἐδίδου τὰ συν θήματα, λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· "Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὃς οὐ λαμβάνει τὸν σταυ ρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος." Οἷμαι δὲ δεῖν, μᾶλλον δέ φημι καὶ ὑπάρχειν ὁμολογουμένως, δειλίας μὲν ἁπάσης ἀμείνω τὸν ἀκο λουθεῖν ἐθέλοντα τῷ Χριστῷ· τὸ δὲ κατὰ παντὸς κατασοβαρεύεσθαι φόβου μονονουχὶ τὸν οἰκεῖον ἐπ ωμάδιον ποιεῖσθαι σταυρόν. Ὥσπερ οὖν ἀμήχανον παι δίον ἀρτιγενὲς, μικροῖς τε καὶ ἁπαλωτάτοις ποσὶν, ὀλίγα μόλις ἰέναι δυνάμενον, τοῖς ὀξυδρομοῦσι νεα νίαις ἀκολουθεῖν· οὕτως ἀδύνατον τὸν εἰς μόνην ἀναν δρίαν βλέποντα νοῦν, ἀκολουθῆσαι δύνασθαι τοῖς ἴχνεσι τοῦ Χριστοῦ· ὃς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ τῆς τοῦ θανάτου πικρίας δι' ἡμᾶς ἀπεγεύσατο, καίτοι Θεὸς ὢν ἀπαθὴς, καὶ ἀθάνατος ἅτε δὴ Λόγος ὑπάρχων, καὶ Πατρὸς Μονογενὴς, ἵν' ἡμῖν ὑπόδειγμα καὶ ὑπογραμμὸν ἑαυτὸν ὑποθεὶς, πρὸς τὴν ἐγχωροῦσαν καλέσῃ μίμησιν, Ἐπ' αὐτῷ γὰρ δὴ τούτῳ τῷ κατορθώματι καὶ ὁ πολὺς εἰς εὐτολμίαν ἀπεσεμνύνετο Παῦλος· "Μιμηταί μου γίνεσθε, λέ 77.540 γων, καθὼς κἀγὼ Χριστοῦ." Ποίοις οὖν ἅρα