1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

48

αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτοῦ. Κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν», τὰ καλά, τὰ φαῦλα, τὰ φανερά, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ἐνθυ μήματα, τὰ πάντα ἀθρόως εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. Πρὸς ταῦτα ποταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; Ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσού των θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; Ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑπο στήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον καὶ σκώληξ ἀθά νατα κολάζων καὶ πυθμὴν ᾅδου σκοτεινὸς καὶ φρικώδης καὶ οἰμωγαὶ πικραὶ καὶ ὀλολυγμὸς ἐξαίσιος καὶ κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων καὶ πέρας οὐκ ἔχει τὰ δεινά; Τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια οὐδὲ μηχανὴ τοῦ διεκδῦναι τὰ πικρὰ κολαστήρια. 46.6 Ταῦτα φεύγειν ἔξεστι νῦν. Ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν μηδὲ ἀπελπίσωμεν ἑαυτῶν, ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι. «∆εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ.» Ἡμᾶς ἐπὶ μετάνοιαν καλῶν ὁ Λόγος βοᾷ καὶ κέκραγεν. Ἔστιν ὁδὸς σωτηρίας, ἐὰν θέλωμεν. Κατέπιεν ὁ θάνατος ἰσχύσας, ἀλλ' εὖ ἴσθι ὅτι πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τῶν μετανοούντων. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. Οὐ ψεύδεται εἰπών· «Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ.» Ἕτοιμός ἐστιν ὁ μέγας τῶν ψυχῶν ἰατρὸς ἰάσασθαί σου τὸ πάθος. Ἐκείνου ῥήματά ἐστιν, ἐκεῖνο τὸ γλυκὺ καὶ σωτή ριον στόμα εἶπεν· «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς, εἰς μετάνοιαν». Βούλεται Κύριος καθαρίσαι σε ἀπὸ τοῦ πόνου τῆς πληγῆς καὶ δεῖξαί σοι φῶς ἀπὸ σκό τους. Σὲ ζητεῖ ὁ Ποιμὴν ὁ καλός, καταλιπὼν τὰ μὴ πεπλα νημένα. Ἐὰν ἐπιδῷς σεαυτήν, οὐκ ὀκνήσει οὐδ' ἀπαξιώσει σε ὁ φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός. Ἕστηκεν ὁ Πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον. Μόνον ἀνάλυσον, καί, ἔτι σου μακρὰν οὔσης, προσδραμὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου, καὶ φιλικοῖς ἀσπασμοῖς περιπτύξεται τὴν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένην. Καὶ στολὴν ἐνδύσει, τὴν πρώτην, ψυχὴν ἀπεκδυσαμένην τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς αὐτοῦ πράξεσι, καὶ περι θήσει δακτύλιον χερσὶν ἀποπλυναμέναις τοῦ θανάτου τὸ αἷμα, καὶ ὑποδήσει πόδας ἀποστρέψαντας ἀπὸ ὁδοῦ κακῆς πρὸς τὸν δρόμον τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Καὶ εὐφρο σύνης καὶ χαρᾶς ἡμέραν καταγγελεῖ τοῖς ἰδίοις καὶ ἀγγέ λοις καὶ ἀνθρώποις, καὶ παντὶ τρόπῳ τὴν σὴν ἑορτάσει σωτηρίαν. «Ἀμὴν γὰρ λέγω, φησίν, ὑμῖν ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐνώπιον τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανο οῦντι.» Κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων ὅτι ταχὺ προσελήφθης, αὐτὸς ὁ ἀγαθὸς Πατὴρ ὑπὲρ σοῦ ἀπο λογήσεται λέγων· «Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι, ὅτι αὕτη ἡ θυγάτηρ μου νεκρὰ ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλυῖα καὶ εὑρέθη». 47.τ ΓΡΗΓΟΡΙΩ ΕΤΑΙΡΩ 47.1 «Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς;» ἢ πῶς ἀνακαινισθῇ μου τὸ γῆρας, ὥστε με δυνηθῆναι διαβῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην καὶ τόν τε πόθον ὃν ἔχω ἐφ' ὑμῖν ἀναπαῦσαι καὶ τὰ λυπηρὰ τῆς ψυχῆς διηγήσασθαι καὶ δι' ὑμῶν εὑρέσθαι τινὰ παραμυθίαν τῶν θλίψεων; Ἐπὶ γὰρ τῇ κοιμήσει τοῦ μακαρίου Εὐσεβίου τοῦ ἐπισκόπου φόβος ἡμᾶς κατέλαβεν οὐ μικρὸς μή ποτε οἵ ποτε ἐφε δρεύοντες τῇ Ἐκκλησίᾳ τῆς μητροπόλεως ἡμῶν καὶ βου λόμενοι αὐτὴν αἱρετικῶν ζιζανίων πληρῶσαι, καιροῦ νῦν λαβόμενοι, τὴν πολλῷ καμάτῳ κατασπαρεῖσαν ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐσέβειαν ταῖς παρ' ἑαυτῶν πονη ραῖς διδασκαλίαις ἐκριζώσωσι καὶ ταύτης τὴν ἑνότητα κατατέμωσιν, ὅπερ καὶ ἐπὶ πολλῶν Ἐκκλησιῶν πεποιήκα σιν. Ἐπειδὴ δὲ καὶ γράμματα πρὸς ἡμᾶς ἀφίκετο τοῦ