οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἑαυτὸν στεφανοῦν ὁ Χριστοῦ μαθητὴς πλεονεκτήμασιν ὁ Χρι στοῦ στρατιώτης ἠπείγετο, ὁ καὶ ταξίαρχος ἐφ' ἡμᾶς διὰ τὴν ἐνοῦσαν ἀρετὴν εὐλόγως κεχειροτονημένος; Οὐκοῦν οὕτω φιλόχριστος ἦν, ὡς οὐδὲν ἡγεῖσθαι τὸ πάντα παθεῖν, ἵνα γένηται γνήσιος τοῦ Χριστοῦ μα θητής. Ἄκουε γὰρ δὴ καὶ βοῶντος, εἰ δοκεῖ, πρός τινας τῶν οἰκείων, ὅτι τῶν ἄθλων αὐτὸν ἀποκωλύειν ἐσπούδαζον· "Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτον τές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ." Εἰς μὲν δὴ τὴν πίστιν τοιοῦτος, ἐν δέ γε τοῖς καθ' ἑαυτὸν ὁποῖός τις ὁρᾶται, καταπλαγήσῃ μαθών. Ὁ γὰρ τοσοῦτος εἰς ἀρετὴν, ἐν ταῖς κατὰ τοῦ σώματος μάχαις σύν οπλον ἐποιεῖτο τὴν νηστείαν, καὶ ὥσπερ τινὰ δοκιμώ τατον στρατιώτην τοῖς ἀγαθοῖς τῆς ἑαυτοῦ διανοίας ὑποζεύξας κινήμασι, τῶν τῆς σαρκὸς κατεκράτει νόμων· καὶ τὴν ἐν τοῖς μέλεσιν ἡμῶν τυραννεύσασαν ἡδονὴν, ὥσπερ τινὰ τῶν δορυλήπτων ἑλὼν ὑπὸ χεῖ ρας, τοῖς τοῦ πνεύματος ὑπετίθει θελήμασιν. Ἀλλ' ἵνα καὶ ἡμᾶς διὰ τούτων ὠφελῇ, πάλιν ἐπιστέλλει· ποτὲ μὲν γεγενῆσθαι λέγων ἐν νηστείαις πολλάκις· ποτὲ δὲ, "Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι." Ἐμέμνητο γὰρ, κατὰ τὸ εἰκὸς, τοῦ οἰκείου βοῶντος ∆εσπότου· "Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώ πους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐ ρανῶν. Ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν." Οὐκοῦν ὅπερ αὐτὸς ἑτέροις ἐκήρυξεν, ἠπείγετο δρᾷν, χαλινὸν ἐπιτιθεὶς τῇ σαρκὶ τὴν νηστείαν καὶ συνεργάτιν εἰς τὴν οὕτως ἀξιάγαστον ἀρετὴν, τὴν ἀσιτίαν δεχόμε νος. Καὶ οὐκ ἐν τούτοις ἡμῖν ὁρᾶται μόνοις τὰ παρ' ἐκείνου παιδεύματα, οὐδὲ μέχρι τῶν τῆς ἐγκρατείας ὅρων τὸν οἰκεῖον ἵστησι μαθητήν. Οὐ γὰρ ἐξήρκει τοῦτο καὶ μόνον εἰς εὐδοκίμησιν, τῆς ἄλλης ἁπάσης ἔρημον τὸν [λ. ὂν] ἀρετῆς. Ποδηγεῖ δὲ εἰς ἕκαστα τῶν συμ φερόντων εὐρύθμως, καὶ εἰς τὸ κεφάλαιον τῶν ἀγα θῶν ἀναφέρει, τὴν εἰς ἀλλήλους ἀγάπην φημί· ἣν καὶ τῆς εἰς αὐτὸν γνησιότητος ἀκριβέστατον ὁρίζεται χαρακτῆρα λέγων ὁ Κύριος· "Ἐν τούτῳ γνώ σονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ὅταν ἀγά πην ἔχητε εἰς ἀλλήλους." ∆ιὰ ποίων δὲ λόγων ἡμᾶς καὶ ὁ θεσπέσιος Παῦλος ἐπὶ ταύτην ἐχειραγώ γει τὴν ἀρετὴν, ἄξιον ἰδεῖν. Οὐκοῦν Κορινθίοις ἐπι στέλλων ὧδέ φησι· "Καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ καὶ τῶν ἀνθρώπων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλ κὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον. Κἂν προφητείαν ἔχω, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθ 77.541 ιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦ μαι." Ὁρᾷς, ὅπως ἀπούσης τῆς εἰς Θεὸν καὶ ἀλλή λους ἀγάπης, ἀσχήμονά τε καὶ ἀκαλλέστατον ὁρᾶσθαί φησι τῶν ἅλλων ἀρετῶν τὸν ἀξιοζήλωτον ἑσμόν· συμπαρούσης δὲ αὐτῆς εὐπρεπεστάτην τοῖς ἔχουσιν ἀποτελεῖσθαι τὴν εὔκλειαν; Ἆρ' οὖν, εἴποι τις ἂν, ἐπαινεῖ μὲν τὴν ἀγάπην, ὡς μέγα τι χρῆμα καὶ ἀξιο θαύμαστον, τίς δὲ αὐτῆς ὁ τρόπος, οὐχ ὡρίσατο, οὐδὲ ὅπως ἄν τις αὐτὴν ἐπιτελέσαι φησίν; Οὐκ εὐφημή σεις, ἄνθρωπε· παρατρέχει δὲ τῶν δεόντων οὐδὲν τὸ νηφάλιον μαθητήν. Οὐ γὰρ μόνον ὅτι προσήκει τὴν εἰς Θεόν τε καὶ ἀλλήλους ἀγάπην τιμίαν διδάσκειν ἠπείγετο, ἀλλὰ καὶ ὅπως ἄν τις αὐτῆς ἐργάτης ὁρῷτο δεικνύει. Ἐπιλέγει γὰρ πάλιν ἑξῆς· "Ἡ ἀγάπη μακροθυμεῖ, ἡ ἀγάπη χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχη μονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ