1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

49

κλήρου παρακαλοῦντα μὴ παροφθῆναι ἐν καιρῷ τοιούτῳ, περιβλεψάμενος ἐν κύκλῳ ἐμνήσθην τῆς ὑμετέρας ἀγάπης καὶ τῆς ὀρθῆς πίστεως καὶ τοῦ ζήλου ὃν ἔχετε ἀεὶ ὑπὲρ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ. Καὶ τούτου ἕνεκεν ἀπέστειλα τὸν ἀγαπητὸν Εὐστάθιον τὸν συνδιάκονον παρακαλέσαι ὑμῶν τὴν σεμνοπρέπειαν καὶ δυσωπῆσαι πᾶσι τοῖς ὑπὲρ τῶν Ἐκκλησιῶν καμάτοις, καὶ τὸν παρόντα ἐπιθεῖναι κἀμοῦ τε τὸ γῆρας τῇ συντυχίᾳ ἀναπαῦσαι καὶ τῇ ὀρθῇ Ἐκκλησίᾳ τὴν περιβόητον εὐσέβειαν διορθώσασθαι δόντας αὐτῇ μεθ' ἡμῶν (εἰ ἄρα καταξιωθείημεν συναντιλαβέσθαι ὑμῖν τοῦ ἀγαθοῦ ἔργου) ποιμένα κατὰ τὸ βούλημα τοῦ Κυρίου, δυνάμενον διευθῦναι τὸν λαὸν αὐτοῦ. Ἔχομεν γὰρ πρὸ ὀφθαλμῶν ἄνδρα ὃν οὐδὲ αὐτοὶ ἀγνοεῖτε· οὗ εἰ κατα ξιωθείημεν ἐπιτυχεῖν, οἶδα ὅτι μεγάλην παρρησίαν πρὸς τὸν Θεὸν κτησόμεθα καὶ τῷ ἐπικαλεσαμένῳ ἡμᾶς λαῷ μεγίστην εὐεργεσίαν καταθησόμεθα. Ἀλλὰ παρακαλῶ καὶ πάλιν καὶ πολλάκις πάντα ὄκνον ὑπερθεμένους ἀπαντῆσαι καὶ προλαβεῖν τὰ ἐκ τοῦ χειμῶνος δυσχερῆ.

48.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ 48.1 Μόλις ἡμῖν ὑπῆρξεν ἐπιτυχεῖν διακόνου γραμμάτων πρὸς τὴν σὴν

θεοσέβειαν, ἐπεὶ οἵγε παρ' ἡμῖν οὕτω κατέ πτηξαν τὸν χειμῶνα ὡς μηδὲ τὸ μικρότατον προκύπτειν τῶν δωματίων ἀνέχεσθαι. Καὶ γὰρ τοσούτῳ πλήθει χιόνων κατενίφημεν ὡς αὐτοῖς οἴκοις καταχωσθέντες δύο μῆνας ἤδη ταῖς καταδύσεσιν ἐμφωλεύειν. Συγγνώσει οὖν πάντως ἡμῖν τό τε ἄτολμον τῶν Καππαδοκῶν ἠθῶν καὶ τὸ τῶν σωμάτων δυσκίνητον ἐπιστάμενος, εἰ μὴ θᾶττον ἐπεστεί λαμεν, μηδ' εἰς γνῶσιν ἠγάγομεν τῇ τιμιότητί σου τὰ ἀπὸ τῆς Ἀντιοχείας, ἃ πάντως γνωρίζειν σοι ἕωλόν ἐστι καὶ ψυχρὸν πάλαι μεμαθηκότι, ὡς τὸ εἰκός· πλὴν ἀλλ' οὐδὲν ἡγούμενοι πρᾶγμα καὶ τὰ ἐγνωσμένα σημαίνειν, ἀπεστεί λαμεν τὰς διὰ τοῦ ἀναγνώστου κομισθείσας ἐπιστολάς. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἡ δὲ Κωνσταντινούπολις ἔχει τὸν ∆ημόφιλον πολὺν ἤδη χρόνον, ὡς καὶ αὐτοὶ οὗτοι ἀπαγγελοῦσι καὶ προκεκήρυκται πάντως τῇ ὁσιότητί σου. Καί τι περὶ αὐτὸν πλάσμα ὀρθότητος καὶ εὐλαβείας παρὰ πάντων συμφώνως τῶν ἀφικνουμένων θρυλεῖται, ὡς καὶ τὰ διεστῶτα τῆς πόλεως μέρη εἰς ταὐτὸν συνελθεῖν καὶ τῶν πλησιοχώρων τινὰς ἐπισκόπων τὴν ἕνωσιν καταδέξασθαι. Οἱ δ' ἡμέτεροι οὐδὲν ἀμείνους ἐφάνησαν τῶν ἐλπίδων. Ἐπιστάντες γὰρ εὐθὺς κατὰ πόδας τῆς ὑμετέρας ἐξόδου, πολλὰ μὲν εἶπαν λυπηρά, πολλὰ δὲ ἐποίησαν, καὶ τέλος ἀνεχώρησαν βεβαιώσαντες ἡμῖν τὸ σχίσμα. Εἰ μὲν οὖν τι γενήσεται βέλτιον καὶ εἰ παύσονται τῆς κακίας, ἄδηλον παντὶ πλὴν ἢ τῷ Θεῷ. Τὰ μὲν παρόντα τοιαῦτα. Ἡ δὲ λοιπὴ Ἐκκλησία εὐσταθεῖ τῇ τοῦ Θεοῦ χάριτι, καὶ εὔχεται ὁμοῦ τῷ ἦρι ἰδεῖν σε πάλιν ἐπὶ τῆς ἡμετέρας καὶ ἀνανεω θῆναι διὰ τῆς ἀγαθῆς σου διδασκαλίας. Κἀμοὶ δὲ τὸ σῶμα οὐδὲν ἄμεινον τῆς συνηθείας ἔχει.

49.τ ΑΡΚΑ∆ΙΩ ΕΠΙΣΚΟΠΩ 49.1 Ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ γράμμασιν ἐντυχὼν τῆς εὐλαβείας ὑμῶν, καὶ

εὔχομαι αὐτός τε τῆς ἐλπίδος ἣν ἔχετε ἐφ' ἡμῖν ἄξιος εἶναι καὶ ὑμᾶς τὸν ἐπὶ τῇ τιμῇ ἡμῶν, ἣν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τιμᾶτε ἡμᾶς, μισθὸν τέλειον κομίσασθαι. Ὑπερήσθημεν δὲ ὅτι καί, μέριμναν πρέπουσαν χριστιανῷ ἀναλαβόντες, εἰς δόξαν τοῦ ὀνόματος τοῦ Χριστοῦ οἶκον ἠγείρατε καὶ ἠγαπήσατε τῷ ὄντι, κατὰ τὸ γεγραμμένον, εὐπρέπειαν οἴκου Κυρίου, εὐτρεπίσαντες ἑαυτοῖς τὴν οὐράνιον μονήν, τὴν ἡτοι μασμένην ἐν τῇ ἀναπαύσει τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ Χριστοῦ. Ἐὰν δὲ δυνηθῶμεν περινοῆσαι λείψανα μαρτύρων, εὐχόμεθα καὶ αὐτοὶ συμβαλέσθαι ὑμῶν τῇ σπουδῇ. Εἰ γὰρ εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, κοινωνοὶ ἐσό μεθα δηλονότι τῆς ἀγαθῆς μνήμης τῆς δοθησομένης ὑμῖν παρὰ τοῦ Ἁγίου.