οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
παροξύνεται, οὐ λογί ζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκ πίπτει." Ἀκούεις ὅπως εἰς τὸ τῆς ἀγάπης καὶ φιλ αλληλίας ἀξίωμα τοῖς ἐθέλουσιν ἀναβαίνειν οὐ χα λεπὸν, ἀλλ' ἕτοιμον ἤδη τὸ πρᾶγμα φαίνεται; Ὁρᾷς οὐ κεκρυμμένην, ἀλλ' ἡλίου δίκην ἐκλάμπουσαν τῆς ἐντεῦθεν εὐδοκιμήσεως τὴν ὁδόν; Οὐκοῦν διὰ μὲν ταύτης ἰόντες, καὶ κατ' αὐτὴν, ἵν' οὕτως εἴπωμεν, τῶν ἁγίων τὴν ἁμαξιτὸν ἐρχόμενοι, πρὸς τὴν ἄνω καταντήσομεν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἀποκλίνοντες δὲ πρὸς τὸ ἐναντίον, καὶ τῆς ὀρθῆς τε καὶ εὐθείας ἀποπίπτοντες γνώμης, εἶτα βίου τρίβον τὴν διεστραμμένην ἐλαύνοντες, εἰς πυθ μένα καταντήσομεν ᾅδου, καθά φησιν ὁ σοφὸς Παροιμιαστής. Οἶμαι δὲ δεῖν ἀναγκαίως, ἀνθρώπους ὄντας ἡμᾶς λογικοὺς, καὶ πρὸς τὴν ἀκήρατον τοῦ κτίσαντος εἰκόνα πεποιημένους, τοῖς τῆς ἀγάπης ἐξημεροῦσθαι θεσμοῖς, καὶ μιμεῖσθαι μᾶλλον σπου δάζειν τὸν λέγοντα Κύριον· "Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ·" οὐ πρὸς τὴν τῶν ἀτιθάσσων θηρίων ἀγριότητα κατολισθαίνειν, καὶ ἀντὶ τῆς ἀγάπης εἰς μισάλληλον παραθήγεσθαι τρόπον· μᾶλλον δὲ καὶ θηρίων ἀγρίων ἀγριωτέρους, καὶ ζώων ἀλόγων ἀλογωτέρους ὁρᾶσθαι. Θῆρες μὲν γὰρ, καὶ πρὸς τούτοις ἔτι τῶν ἀλόγων ζώων τὰ πο λύμορφα γένη, καίτοι λογισμῷ πρὸς ἀρίστην ἕξιν οὐ διοικούμενα, φιλεῖ πως ἀλλήλοις συνδιαιτᾶσθαι, καὶ κοινὰς ἔχειν τὰς διατριβάς. Καὶ βοῦς μὲν ἡδέως βουσὶ, πρόβατα δὲ προβάτοις συννέμεται. Ἤδη δὲ καὶ κύνες οἱ κατὰ πολλῶν ἑτέρων λελυττηκότες πολ λάκις, καὶ φύσεως ὥσπερ ἰδίας τὴν μανίαν ἔχοντες πλεονέκτημα, ἀγαπῶντες ἀλλήλους ὡς ὁμογενεῖς, ἐθαυμάσθησαν. Καὶ ἄρκτοι μὲν ἄρκτων, καὶ λεόντων 77.544 φείδονται λέοντες. Ὁ δὲ τούτων ἁπάντων ἡγεμονίαν λαχὼν, ὁ φρονήσει καὶ λογισμῷ πρὸς ἕκαστα πηδα λιουχούμενος ἄνθρωπος, εἰς ἐσχάτην ἀβουλίαν οὐκ αἰσθάνεται πεσών. Ἀνδρείας μὲν γὰρ ὑπόληψιν τὸν ἀνήμερον ἡγεῖται τρόπον· καὶ τὸ πολὺ πρὸς ἀγριό τητα βλέπειν, δόξαν ἡγεῖται περιφανῆ· οὐ τὴν κοι νὴν αἰδούμενος φύσιν, οὐ τὸν κτίσαντα τιμῶν, οὐχ ἕτερόν τι τῶν, ὅσα συνάγει πρὸς σώφρονα λογισμὸν, ἐννοῶν· ἀλλ' ἐφ' οἷς ἔδει μᾶλλον ἐρυθριῶντα θρη νεῖν, ἐπὶ τούτοις ἀπαιδεύτως μεγαλαυχούμενος, ἵνα δικαίως εἴπῃ μὲν ὁ Παῦλος· "Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν." Ὁ δέ γε μακάριος προφήτης ἀπο θαυμάζων, λέγει· "Οὐχὶ Θεὸς εἷς ἔκτισεν ἡμᾶς; Οὐχὶ Πατὴρ εἷς ἁπάντων ἡμῶν; Τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ;" Πάντες μὲν γὰρ ὅσοι τὸν περίγειον τοῦτον οἰκοῦμεν χῶρον, ἑνὸς ἐκπεφυκότες πατρὸς εὑρισκόμεθα. Εἷς γὰρ ὁ τοῦ γένους ἡμῶν ἀρχ ηγέτης Ἀδάμ· εἷς δὲ ἡμᾶς ἔκτισε Θεός· οὐχ ἵνα καθ' ἑαυτῶν μεριζώμεθα καὶ διχονοῶμεν, ἀλλ' ἵνα μᾶλλον ὡς ἀπὸ μιᾶς ἀναβλαστήσαντες ῥίζης, καὶ φυσικοῖς τισιν ἀγάπης ὁλκοῖς εἰς φιλαλληλίαν σφιγγόμενοι, τὰς παρὰ φύσιν μανίας παραιτώμεθα, καὶ τὴν ἀδελφοκτόνον ὀργὴν ἔξοικον τῆς ἑαυτῶν διανοίας ποιησώμεθα. βʹ. Καὶ ταῦτά φαμεν ἀρτίως πρὸς ὑμᾶς δὴ μάλιστα τοὺς, ὅσοι τὴν Αἰγυπτίων νέμεσθε χώραν. Ἔδει γὰρ, ἔδει, πατέρας ὄντας πνευματικοὺς, μὴ ἀνουθετή τους ἐᾷν, ἀλλ' ὡς τέκνα χειραγωγεῖν ἐπὶ τὰ συμφέ ροντα καὶ τὴν σύννομον πολιτείαν. Θρύλλοι τοιγαρ οῦν ὡς ἡμᾶς ἀφικνοῦνται δεινοὶ, τὰ πάντων αἴσχι στά τε καὶ χαλεπώτατα τολμᾶσθαι παρά τινων παρ' ὑμῖν ἀπαγγέλλοντες. Νεανίαι γὰρ, ὥς φασι, ταῖς τῶν σωμάτων εὐρωστίαις ἐπιθαρσήσαντες, καὶ τὴν ἐκ τῆς νεότητος χρείαν ἐφ' ἃ μὴ προσῆκεν ἀβουλό τατα παρατρέποντες, ἀνημέρῳ μὲν ξίφει τὴν δεξιὰν ἐξοπλίζουσι, ῥοπαληφορεῖν δὲ διδάσκουσιν, ἀγριώτε ρον ἤπερ ὁ τῆς ἐπιχωρίου συνηθείας δίδωσι νόμος, Εἶτα τοῦ σώματος τὴν ἀκμὴν εἰς ἀνόσιον