Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
τοῖς ὁρῶσιν αὐτὸν ὁ κήρυξ καὶ πρόδρομος, καὶ δὴ καί φησιν ὁ μακάριος Βαπτιστής· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Εἴπερ οὖν ἔσται, κατά τινας, μείζων Ἰωάννου Χριστὸς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τοῦτο ἐν ἐλπίσιν ἔχει τὸ γέρας, ἦν ἄρα πάντως οὐκ ἐν ἐλαττώσει, ἐν ἰσότητι δὲ, κατὰ τὸ εἰκός. Εἶτα πῶς τὰ ἐν ἴσῳ μέτρῳ τοσοῦτον δι' ἀλλήλων ἀπολιμπάνεται, ὡς τὸν μὲν δύνασθαι τοῦ κόσμου τὴν ἁμαρτίαν ἀφαιρεῖν, καὶ τοῦτο ἐνεργεῖν ἐξουσιαστικῶς· τὸν δὲ τοῦ καθαίροντος καὶ ἁγιάζοντος ἐπιδεᾶ καθεστάναι; Χρείαν γὰρ ἐγὼ, φησὶν, ἔχω ὑπὸ σοῦ βαπτισθῆναι. Ἐπειδὴ δὲ οὐκ ἐν τοῖς τινος δεομένοις, ἀλλ' ἐν τοῖς χορηγοῦσι τὸ μεῖζον ὁρᾶται, καὶ ὁ μὲν, ὡς Θεὸς, ἀφίησιν ἁμαρτίας, ὁ δὲ δύναται τοῦτο ποιεῖν οὐδαμῶς, οὐκ ἴσος ἄρα τῷ τοσοῦτον ἐξηλλαγμένῳ. ΑΛΛΟ, ὡς ἐν ἐπιτομῇ καὶ ἁπλότητι. Εἰ μείζων ἔσται τοῦ ἁγίου Βαπτιστοῦ, κατά τινας, ὁ Σωτὴρ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἢ ἴσος, ἢ ἐν ἐλαττώσει ἐστὶ κατὰ τὸν τῆς ἐνανθρωπήσεως χρόνον. Ἐν μὲν οὖν ἐλαττώσει, οὐδαμῶς. Ἐν ἰσότητι δέ· τοῦτο γάρ πώς ἐστι τὸ πρεπωδέστερον. Ἀλλ' εἴπερ ὄντως ὁ τῆς ἰσότητος ἐπ' ἀμφοῖν σώζεται λόγος, καλείσθω καὶ Ἰωάννης σοφία καὶ δύναμις τοῦ Πατρὸς, χρηματιζέτω δὲ εἰκὼν καὶ χαρακτὴρ, καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ. Φερέτω καὶ αὐτὸς τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ· ἀκουέτω καὶ αὐτὸς παρὰ τοῦ Πατρός· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· καί· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἰσαγέσθω καὶ αὐτὸς ὡς πρωτότοκος εἰς τὴν οἰκουμένην, προσκυνείσθω παρὰ τῶν ἁγίων ἀγγέλων, λεγέτω δὲ ἀνεγκλήτως περὶ ἑαυτοῦ· Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν. Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ πάλιν· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· καί· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Εἰ δὲ ταῦτα μὲν ἔστι πάντα Χριστὸς, οὐκέτι δὲ καὶ ὁ πρὸς ἰσότητα τὴν πρὸς αὐτὸν καλούμενος ἀμαθῶς, πῶς οὐ λίαν ἀπαίδευτον παντί τῳ φανεῖται λοιπὸν, τὸ μείζονά ποτε γενήσεσθαι νομίζειν αὐτοῦ, τὸν ἀεὶ τοῦτο ὑπάρχοντα φυσικῶς, ὡς Θεόν; ΑΛΛΟ. Εἰ ἐν τῷ ποτὲ τὴν Ἰωάννου πλεονεκτήσειν ἀρετὴν ἀξιάγαστος ὀφθήσεται Χριστὸς, οὐδὲν ἐν αὐτῷ τὸ μέγα· ἐπεὶ καὶ ἄγγελοι κρείττους αὐτοῦ κατά γε τὸν λόγον τῆς οἰκείας φύσεως, καὶ τῆς εἰς Θεὸν εὐσεβείας τὴν ὑπεροχήν. Εἶτα ποῖ ποτε βαδιεῖται Παῦλος 75.164 Ἡμῖν ὁ σοφώτατος τοσοῦτον ἀγγέλων ὑπερτιθεὶς τὸν Χριστὸν, ὅσον ἡ θεία φύσις τὴν γενητὴν ὑπερτρέχει. Τίνι γὰρ, εἶπε, ποτὲ τῶν ἀγγέλων, φησί· Κάθου ἐκ δεξιῶν μου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα; Πῶς οὖν ὁ τοσοῦτον τοὺς Ἰωάννου μείζονας ἀγγέλους ἀναβαίνων Υἱὸς, ὡς καὶ τοῖς τοῦ Πατρὸς ἐνιδρύσθαι θώκοις, ὡς μέγα τι καὶ ἀξιόπιστον ἐφ' ἑαυτῷ φησιν, ὡς ἔσται μείζων αὐτοῦ κατὰ τὸν τῆς βασιλείας καιρὸν, καίτοι τὸ μεῖζον ἔχων ἀεί; Πῶς γὰρ οὐχ οὕτως ὁ ἐν ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός; ΑΛΛΟ. Εἰ λύχνος ἦν ὁ μακάριος Βαπτιστὴς, φῶς δὲ ὁ Χριστὸς, πῶς ἐν ἰσότητι κείσεται τῇ λύχνῳ τὸ φῶς, καὶ τὸ φωτίζειν πεφυκὸς τῷ φωτὸς δεομένῳ; Τὸ δὲ τοσοῦτον ἀεὶ πλεονεκτοῦν, πῶς ἐν ἐλαττώσει ὃν, ἐπὶ τὸ μεῖζον ἀναβήσεται; ΑΛΛΟ. Εἰ ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστὶ, τουτέστιν ὁ Χριστὸς, ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, τουτέστιν ὁ μακάριος Βαπτιστὴς, ἕτερος ἄρα παρ' αὐτόν ἐστιν οὐ μόνον δηλονότι διαστελλόμενος ἀριθμῷ, ἀλλὰ τὸ ἴσον οὐκ ἔχων ἐν ἀξιώματι καὶ τιμῇ. Εἴπερ ὁ μέν ἐστι πανηγυράρχης ἀληθῶς, ὁ δὲ τῆς ἑτέρου πανηγύρεως μέτοχος, καὶ διὰ τοῦτο λαμπρότερος. ΑΛΛΟ. Αὐτός πού φησιν ὁ μακάριος Βαπτιστὴς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Εἶτα τὸ οἰκεῖον ἐκκαλύπτων μέτρον· Ὁ ὢν ἐκ τῆς γῆς, φησὶν, τὰ τῆς γῆς λαλεῖ. Εἴπερ οὖν ἐν ἰσότητι κείσεται τῇ πρὸς αὐτὸν ὁ Σωτὴρ, ὡς οὔπω τὸ μεῖζον ἀπολαβὼν, οὐδὲν, ὡς εἰκὸς, διακωλύσει καὶ τὸ ἑκατέρῳ κυρίως προσὸν μεταβαίνειν ἐπὶ τὸν ἕτερον· ὡς νοεῖσθαι μὲν, ἄνωθέν τε καὶ ἐπάνω πάντων τὸν ἄγιον Βαπτιστὴν, ἀπὸ δὲ τῆς γῆς τὸν Κύριον. Ἀλλὰ τοῦτο ἄτοπον. Ὁ μὲν γὰρ, ὡς κατὰ φύσιν ὑπάρχων Θεὸς, ἐπάνω πάντων ἐστίν·