50
50.τ ΙΝΝΟΚΕΝΤΙΩ ΕΠΙΣΚΟΠΩ
50.1 Καὶ τίνι ἄλλῳ ἔπρεπε καὶ δειλοῖς θάρσος ἐμποιεῖν καὶ καθεύδοντας
διυπνίζειν, ἢ τῇ σῇ τοῦ ἡμετέρου ∆εσπότου θεοσεβείᾳ, ὃς τὴν ἐν πᾶσι σεαυτοῦ τελειότητα καὶ ἐν τούτῳ ἐγνώρισας, τῷ καταδέξασθαι καὶ ἡμῖν τοῖς ταπει νοῖς συγκαταβῆναι, ὡς ἀληθινὸς μαθητὴς τοῦ εἰπόντος ὅτι «Ἐκεῖ εἰμι ἐν μέσῳ ὑμῶν», οὐχ ὡς ὁ ἀνακείμενος, ἀλλ' «Ὡς ὁ διακονῶν». Κατηξίωσας γὰρ καὶ αὐτὸς διακονῆσαι ἡμῖν τὴν σὴν πνευματικὴν εὐφροσύνην καὶ τοῖς τιμίοις ἑαυτοῦ γράμμασιν ἀναλαβεῖν ἡμῶν τὰς ψυχὰς καὶ ὥσπερ παίδων νηπιότητα τῷ ἑαυτοῦ μεγέθει προσαγκαλίσασθαι. Εὔχου οὖν (δεόμεθά σου τῆς ἀγαθῆς ψυχῆς) ἀξίους ἡμᾶς εἶναι καὶ ὑποδέχεσθαι τὰς παρὰ τῶν μεγάλων ὑμῶν ὠφε λείας καὶ λαμβάνειν στόμα καὶ σοφίαν εἰς τὸ τολμᾶν ἀντιφθέγγεσθαι ὑμῖν τοῖς ὑπὸ τοῦ Ἁγίου Πνεύματος ἀγο μένοις, οὗ φίλον σε εἶναι καὶ δοξαστῆρα ἀληθινὸν ἀκού οντες, μεγάλην ἐπὶ τῇ στερρᾷ σου καὶ ἀκλινεῖ περὶ τὸν Θεὸν ἀγάπῃ τὴν χάριν ὁμολογοῦμεν, εὐχόμενοι μετὰ τῶν ἀληθινῶν προσκυνητῶν εὑρεθῆναι ἡμῶν τὸ μέρος, ἐν οἷς πεπείσμεθα εἶναι καὶ τὴν σὴν τελειότητα, καὶ τοῦ μεγά λου καὶ ἀληθινοῦ Ἐπισκόπου τοῦ πᾶσαν τὴν οἰκουμένην τοῦ ἰδίου πληρώσαντος θαύματος, τοῦ Κυρίου δεόμεθα.
51.τ ΒΟΣΠΟΡΙΩ ΕΠΙΣΚΟΠΩ
51.1 Πῶς μου οἴει τὴν ψυχὴν ὠδύνησεν ἡ ἀκοὴ τῆς συκο φαντίας ἐκείνης, ἣν
κατέχεάν μού τινες τῶν μὴ φοβου μένων τὸν Κριτήν, ὃς ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος; Ὥστε πᾶσαν τὴν νύκτα ἐπὶ τοῖς ῥήμασι τῆς ἀγάπης σου ὀλίγου δεῖν ἄϋπνον διαμεῖναι, οὕτω μέσης ἥψατό μου τῆς καρδίας ἡ λύπη. Ὄντως γάρ, κατὰ τὸν Σολομῶντα, «Συκοφαντία ἄνδρα ταπεινοῖ», καὶ οὐδεὶς οὕτως ἀνάλγητος ὡς μὴ παθεῖν τὴν ψυχὴν καὶ κατα καμφθῆναι εἰς γῆν, στόμασιν εἰς ψευδολογίαν εὐκόλοις παραπεσών. Ἀλλὰ γὰρ ἀνάγκη πάντα στέγειν, πάντα ὑπο μένειν, τὴν ὑπὲρ ἑαυτῶν ἐκδίκησιν ἐπιρρίψαντας τῷ Κυρίῳ, ὃς οὐ περιόψεται ἡμᾶς, διότι «Ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν». Οἱ μέντοι τὸ καινὸν τοῦτο δρᾶμα τῆς καθ' ἡμῶν βλασφημίας συνθέντες ἐοίκασι παντελῶς ἀπιστεῖν τῷ Κυρίῳ, ὃς καὶ περὶ ἀργοῦ ῥήματος δώσειν ἡμᾶς λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀπεφήνατο. Ἐγὼ δέ, εἰπέ μοι, τὸν μακαριώτατον ∆ιάνιον ἀνεθεμάτισα; Τοῦτο γὰρ ἡμῶν κατήγγειλαν. Ποῦ ἢ πότε; Τίνων παρόντων; Ἐπὶ ποίᾳ προφάσει; Ψιλοῖς ῥήμασιν ἢ ἐγγράφοις; Ἑτέροις ἀκολουθῶν ἢ αὐτὸς κατάρχων καὶ αὐθεντῶν τοῦ τολμήματος; Ὢ τῆς ἀναιδείας τῶν πάντα φθεγγομένων ῥᾳδίως. Ὢ τῆς καταφρονήσεως τῶν τοῦ Θεοῦ κριμάτων. Πλὴν εἰ μὴ ἄρα τῷ πλάσματι αὐτῶν καὶ τοῦτο προστραγῳδήσωσιν, ὅτι ἐγενόμην καὶ ἔκφρων ποτέ, ὥστε ἀγνοεῖν αὐτὸς τὰ ἑαυτοῦ ῥήματα. Ἐπὶ γὰρ τῶν λογισμῶν ὑπάρχων τῶν ἐμαυτοῦ, οὐδὲν οἶδα ποιήσας τοιοῦτον, οὐδὲ προελόμενος τὴν ἀρχήν. Ἀλλ' ἐκεῖνο μᾶλλον ἐμαυτῷ συνε πίσταμαι, ὅτι ἐκ πρώτης ἡλικίας συνετράφην τῷ περὶ αὐτὸν φίλτρῳ, καὶ ἀπέβλεπον πρὸς τὸν ἄνδρα, ὡς μὲν γεραρὸς ἰδεῖν, ὡς δὲ μεγαλοπρεπής, ὅσον δὲ ἔχων τὸ ἱεροπρεπὲς ἐν τῷ εἴδει. Ἐπεὶ δέ μοι λοιπὸν καὶ ὁ λόγος παρῆν, τότε δὴ καὶ ἀπὸ τῶν τῆς ψυχῆς ἀγαθῶν αὐτὸν ἐπεγίνωσκον, καὶ ἔχαιρον αὐτοῦ τῇ συνουσίᾳ, τὸ ἁπλοῦν καὶ γενναῖον καὶ ἐλευθέριον τῶν τρόπων καταμανθάνων καὶ ὅσα ἄλλα ἦν τοῦ ἀνδρὸς ἴδια, ἡ τῆς ψυχῆς ἡμερότης, τὸ μεγαλοφυές τε ὁμοῦ καὶ πρᾶον, τὸ εὐπρεπές, τὸ ἀόργη τον, τὸ φαιδρὸν καὶ εὐπρόσιτον τῇ σεμνότητι κεκραμένον. Ὥστε αὐτὸν ἐναρίθμιον εἶχον τοῖς περιφανεστάτοις κατ' ἀρετήν. 51.2 Περὶ μέντοι τὰ τελευταῖα τοῦ βίου (οὐ γὰρ