1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

51

ἀποκρύψομαι τἀληθές) ἐλυπήθημεν ἐπ' αὐτῷ λύπην οὐκ ἀνεκτήν, μετὰ πολλῶν τῶν ἐν τῇ πατρίδι φοβουμένων τὸν Κύριον, ἐπὶ τῇ ὑπογραφῇ τῆς πίστεως, τῆς ὑπὸ τῶν περὶ Γεώργιον ἀπὸ Κωνσταντινουπόλεως κομισθείσης. Εἶτα, οἷος ἐκεῖνος πραότητι τρόπου καὶ ἐπιεικείᾳ πάντας πληροφορεῖν ἐν σπλάγχνοις πατρικοῖς ἀνεχόμενος, ἤδη καταπεσὼν εἰς τὴν ἀρρωστίαν ὑφ' ἧς καὶ μετῆλθεν ἀπὸ τοῦ βίου, προσκα λεσάμενος ἡμᾶς ἔφη ὑπὸ μάρτυρι τῷ Κυρίῳ συντεθεῖσθαι μὲν τῷ ἀπὸ Κωνσταντινουπόλεως γραμματείῳ, μηδὲν δὲ ἐπ' ἀθετήσει τῆς κατὰ Νικαίαν ὑπὸ τῶν ἁγίων Πατέρων ἐκτεθείσης πίστεως προελέσθαι· μηδὲ ἄλλως ἔχειν ἐν τῇ καρδίᾳ ἢ ὡς παρέλαβεν ἐξ ἀρχῆς, ἀλλὰ καὶ εὔχεσθαι μὴ χωρισθῆναι τῆς μερίδος τῶν μακαρίων ἐκείνων ἐπισκόπων, τῶν τριακοσίων δέκα καὶ ὀκτώ, τῶν τὸ εὐσεβὲς κήρυγμα διαγγειλάντων τῇ οἰκουμένῃ· ὥστε ἡμᾶς, λύσαντας πᾶσαν τῶν καρδιῶν τὴν διάκρισιν, προσελθεῖν τῇ κοινωνίᾳ καὶ λυπουμένους παύσασθαι. Τὰ μὲν οὖν ἡμέτερα πρὸς τὸν ἄνδρα τοιαῦτα. Εἰ δέ τις λέγοι τινὰ βλασφημίαν εἰς αὐτὸν ἡμῖν συνεγνωκέναι, μὴ κατὰ γωνίαν θρυλείτω δουλοπρε πῶς, ἀλλ' εἰς τὸ φανερὸν ἀντικαταστὰς διελεγχέτω μετὰ παρρησίας.

52.τ ΚΑΝΟΝΙΚΑΙΣ

52.1 Ὅσον ἠνίασεν ἡμᾶς πρότερον φήμη λυπηρὰ τὰς ἀκοὰς ἡμῶν

περιηχήσασα, τοσοῦτον ηὔφρανεν ἡμᾶς ὁ θεοφιλέσ τατος ἐπίσκοπος, ὁ ἀδελφὸς ἡμῶν Βοσπόριος, τὰ χρη στότερα τῆς εὐλαβείας ὑμῶν διηγησάμενος. Ἔφη γὰρ τῇ τοῦ Θεοῦ χάριτι πάντα ἐκεῖνα τὰ θρυληθέντα ἀνθρώπων εἶναι κατασκευάσματα οὐκ ἀκριβῶς τὴν καθ' ὑμᾶς ἐπι σταμένων ἀλήθειαν. Προσεπετίθει δὲ ὅτι καὶ διαβολὰς εὗρε παρ' ὑμῖν καθ' ἡμῶν ἀνοσίας καὶ τοιαύτας οἵας εἴποιεν ἂν οἱ μὴ ἐκδεχόμενοι καὶ περὶ ἀργοῦ ῥήματος δώσειν λόγον τῷ Κριτῇ ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῆς δικαίας. Ὥστε ηὐχαρίστησα τῷ Κυρίῳ αὐτός τε ἰαθεὶς τὴν ἐφ' ὑμῖν βλάβην, ἥν, ὡς ἔοικεν, ἐκ συκοφαντίας ἀνθρώπων ἤμην παραδεξάμενος, ὑμᾶς τε ἀκούσας ἀποτε θεῖσθαι τὰς ψευδεῖς περὶ ἡμῶν ὑπολήψεις, ἐξ ὧν ἠκού σατε τοῦ ἀδελφοῦ ἡμῶν βεβαιωσαμένου· ὃς ἐν οἷς τὸ καθ' ἑ αυτὸν ὑμῖν παρέστησε συναπέδειξε πάντως καὶ τὸ ἡμέ τερον. Ἓν γὰρ ἐν ἀμφοτέροις ἡμῖν τὸ τῆς πίστεως φρόνημα, ἐπειδὴ καὶ τῶν αὐτῶν Πατέρων κληρονόμοι τῶν κατὰ τὴν Νικαίαν ποτὲ τὸ μέγα τῆς εὐσεβείας ἐξαγγει λάντων κήρυγμα· οὗ τὰ μὲν ἄλλα πάντα μαθεῖν ἐστιν ἀσυκοφάντητα, τὴν δὲ τοῦ ὁμοουσίου φωνήν, κακῶς παρά τινων ἐκληφθεῖσαν, εἰσί τινες οἱ μήπω παραδεξάμενοι· οὓς καὶ μέμψαιτο ἄν τις δικαίως καὶ πάλιν μέντοι συγγνώ μης αὐτοὺς ἀξιώσειεν. Τὸ μὲν γὰρ Πατράσι μὴ ἀκολουθεῖν καὶ τὴν ἐκείνων φωνὴν κυριωτέραν τίθεσθαι τῆς ἑαυτῶν γνώμης ἐγκλήματος ἄξιον, ὡς αὐθαδείας γέμον· τὸ δὲ πάλιν ὑφ' ἑτέρων διαβληθεῖσαν αὐτὴν ὕποπτον ἔχειν, τοῦτο δή πως δοκεῖ τοῦ ἐγκλήματος αὐτοὺς μετρίως ἐλευθεροῦν. Καὶ γὰρ τῷ ὄντι οἱ ἐπὶ Παύλῳ τῷ Σαμοσατεῖ συνελθόντες διέβαλον τὴν λέξιν ὡς οὐκ εὔσημον. Ἔφασαν γὰρ ἐκεῖνοι τὴν τοῦ ὁμοουσίου φωνὴν παριστᾶν ἔννοιαν οὐσίας τε καὶ τῶν ἀπ' αὐτῆς, ὥστε καταμερισθεῖσαν τὴν οὐσίαν παρέχειν τοῦ ὁμοουσίου τὴν προσηγορίαν τοῖς εἰς ἃ διῃρέθη. Τοῦτο δὲ ἐπὶ χαλκοῦ μὲν καὶ τῶν ἀπ' αὐτοῦ νομισμάτων ἔχει τινὰ λόγον τὸ διανόημα, ἐπὶ Θεοῦ δὲ Πατρὸς καὶ Θεοῦ Υἱοῦ οὐκ οὐσία πρεσβυτέρα οὐδ' ὑπερκειμένη ἀμφοῖν θεωρεῖται· ἀσεβείας γὰρ ἐπέκεινα τοῦτο καὶ νοῆσαι καὶ φθέγξασθαι. Τί γὰρ ἂν γένοιτο τοῦ ἀγεννήτου πρεσβύτερον; Ἀναιρεῖται δὲ ἐκ τῆς βλασφημίας ταύτης καὶ ἡ εἰς τὸν Πατέρα καὶ Υἱὸν πίστις· ἀδελφὰ γὰρ ἀλλήλοις τὰ ἐξ ἑνὸς ὑφεστῶτα. 52.2 Καὶ ἐπειδὴ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρῆχθαι τὸν Υἱὸν ἔτι τότε ἦσαν οἱ λέγοντες, ἵνα καὶ ταύτην ἐκτέμωσι τὴν ἀσέβειαν, τὸ ὁμοούσιον