οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
προσδοκηθείσας θυμηδίας ἀνακόπτων ἐλ πίδας, εἰς λύπην μετέστησε τὴν χαράν. Καὶ τοῦτο ἦν ἄρα τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον· "Τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· Ἐν πάσαις πλατείαις κοπετός· καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται· Οὐαὶ, οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κο πετὸν, καὶ εἰδότας θρῆνον, ἐν πάσαις ὁδοῖς κοπετὸς, διότι διελεύσομαι διὰ μέσου, εἶπε Κύριος." Ἀλλ' ὅρα μοι πάλιν ὅπως ἀληθὴς ὁ λόγος. Ἦ γὰρ οὐχὶ κοπετοῦ καὶ θρήνων ἀπεράντων ἄξια φήσειε ἄν τις τὰ συμβεβηκότα; Ἰδοὺ τὸ πικρὸν τοῦ λιμοῦ θηρίον ὅλην ἡμῶν καταβόσκεται τὴν χώραν· ἡ δὲ πάσης, ἵν' οὕτως εἴπω, τῆς ὑφ' ἡλίῳ τροφὸς, ἄρτου δεῖται τοῦ παρεμπίπτοντος, καὶ τῆς οὐ σφόδρα πρεπούσης τοῖς ἀνθρώποις τροφῆς, ἵνα καὶ ἐπ' αὐτῇ δικαίως καταθρηνῶν ὁ προφήτης Ἱερεμίας λέγῃ· "Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες ζητοῦντες ἄρτον." Καὶ πάλιν· "Ἐκολλήθη ἡ γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει. Νήπια ᾔτησαν ἄρτον, καὶ ὁ διακλῶν οὐκ ἦν αὐτοῖς. Οἱ ἔσθοντες τὰς τρυφὰς ἠφα νίσθησαν ἐν ταῖς ἐξόδοις." -"Ἐσπείραμεν γὰρ πολλὰ, καὶ εἰσενέγκαμεν ὀλίγα," κατὰ τὸ γεγραμμένον, ὅτι παρωργίσαμεν τὸ Πνεῦμα Κυρίου. Μετανοήσω μεν τοίνυν, καὶ τῶν μὲν ἀρχαίων πλημμελημάτων ἀποπαυσώμεθα· προσίωμεν δὲ τῷ φιλοικτίρμονι Θεῷ, δαψιλὲς μὲν βλεφάρων καταχέοντες δάκρυον, λέγον τες δὲ καθ' ἕνα τῶν προφητῶν· "Τίς, Θεὸς, ὥσπερ σύ; ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας, καὶ οὐ συνέσχες εἰς μαρτύριον ὀργὴν αὑτοῦ, ὅτι θελητὴς ἐλέους ἐστί;" Καὶ πάλιν· "Αἱ ἀνομίαι ἡμῶν ἀντ έστησαν ἡμῖν, Κύριε, ποίησον ἡμῖν ἕνεκεν τοῦ ὀνό ματός σου, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου· ὅτι σοι ἡμάρτομεν, ὑπομονὴ Ἰσραὴλ, Κύριε· καὶ σώζεις ἐν καιρῷ κακῶν." Οὕτω γὰρ, οὕτω μετα γινώσκουσι τὴν γλυκεῖαν ἐκείνην χαριεῖται φωνήν· "Ἰδοὺ, ἐγὼ ἐξαποστελῶ ὑμῖν τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν. Θάρ σει, γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι. Θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλά στηκε τὰ παιδία τῆς ἐρήμου. Ὅτι ξύλον ἐξήνεγκε τὸν καρπὸν αὑτοῦ, ἄμπελος, καὶ συκῆ, καὶ ῥοὰ ἔδωκαν τὴν ἰσχὺν αὑτῶν. Καὶ τὰ τέκνα Σιὼν, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν, διότι δέδωκεν ὑμῖν βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν. Καὶ ἐμπλη σθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου. Καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς, καὶ ὁ βροῦχος, καὶ 77.549 ἡ ἐρυσίβη, καὶ ἡ κάμπη. Καὶ φάγεσθε, καὶ ἐμπλη σθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἃ ἐποίησε μεθ' ὑμῶν θαυμάσια." Μὴ γὰρ ἐνδοιάσῃς, ἄνθρωπε, μηδὲ λογίζου κατὰ σαυτὸν, ὡς εἴπερ αὐτῷ προσίοις μετανοῶν, οὐκ ἐπιδώσει προ χείρως τὸν ἔλεον. Ἔχεις καὶ νῦν οὐκ εὐκαταφρόνητον ἀῤῥαβῶνα τῆς κατ' εὐχὴν ἐλπίδος, ἔχεις ἤδη τῆς φιλανθρωπίας ἐνέχειρον· ἰδοὺ ποταμίοις νάμασιν ὅλην ἐπέκλυσε τὴν γῆν, ἰδοὺ τῆς συνήθους χορηγίας δαψι λεστέραν ἀπόλαυσιν ἁμαρτάνουσιν ἔτι χαρίζεται. Οὔπω τὸ σὸν ἐφάνη δάκρυον, καὶ φιλοικτίρμων ἔτι δέδεικται Θεός. Ὁ δὲ οὔπω δακρύοντας ἐλεεῖν οὐ παρ αιτούμενος, πῶς οὐκ εὐφρανεῖ μετανοοῦντας εὐκό λως; Οὐκοῦν ἀκουέτωσαν οἱ παρ' ὑμῖν Πατέρες, οἱ τῶν ἁγίων θυσιαστηρίων πατέρες, ρεται καὶ λει τουργοί. "Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, καὶ κηρύξατε θεραπείαν, συναγάγετε λαὸν, ἁγιάσατε Ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους· συν αγάγετε νήπια θηλάζοντα μαστούς. Ἐξελθέτω νυμ φίος ἐκ τοῦ νυμφῶνος αὑτοῦ, καὶ νύμφη ἐκ τοῦ πα στοῦ αὐτῆς. Ἀναμέσον τῆς κρηπίδος τοῦ θυσιαστη ρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυ ρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ