52
προσειρήκασιν. Ἄχρονος γὰρ καὶ ἀδιάστατος ἡ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συνάφεια. ∆ηλοῖ δὲ καὶ τὰ προλαβόντα ῥήματα ταύτην εἶναι τῶν ἀνδρῶν τὴν διάνοιαν. Εἰπόντες γὰρ Φῶς ἐκ Φωτὸς καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν γεγενῆσθαι, οὐχὶ δὲ πεποιῆσθαι, ἐπήγαγον τούτοις τὸ ὁμοούσιον, παραδει κνύντες ὅτι ὅνπερ ἄν τις ἀποδῷ φωτὸς λόγον ἐπὶ Πατρός, οὗτος ἁρμόσει καὶ ἐπὶ Υἱοῦ. Φῶς γὰρ ἀληθινὸν πρὸς φῶς ἀληθινόν, κατ' αὐτὴν τοῦ φωτὸς τὴν ἔννοιαν, οὐδεμίαν ἕξει παραλλαγήν. Ἐπεὶ οὖν ἐστιν ἄναρχον φῶς ὁ Πατήρ, γεννητὸν δὲ φῶς ὁ Υἱός, φῶς δὲ καὶ φῶς ἑκάτερος, ὁμοούσιον εἶπαν δικαίως, ἵνα τὸ τῆς φύσεως ὁμότιμον παραστήσωσιν. Οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται, ὅπερ τινὲς ὑπειλήφασιν, ἀλλ' ὅταν καὶ τὸ αἴτιον καὶ τὸ ἐκ τοῦ αἰτίου τὴν ὕπαρξιν ἔχον τῆς αὐτῆς ὑπάρχῃ φύσεως, ὁμοούσια λέγεται. 52.3 Αὕτη δὲ ἡ φωνὴ καὶ τὸ τοῦ Σαβελλίου κακὸν ἐπανορθοῦ ται· ἀναιρεῖ γὰρ τὴν ταυτότητα τῆς ὑποστάσεως καὶ εἰσάγει τελείαν τῶν προσώπων τὴν ἔννοιαν· οὐ γὰρ αὐτὸ τί ἐστιν ἑαυτῷ ὁμοούσιον, ἀλλ' ἕτερον ἑτέρῳ· ὥστε καλῶς ἔχει καὶ εὐσεβῶς, τῶν τε ὑποστάσεων τὴν ἰδιότητα διο ρίζουσα καὶ τῆς φύσεως τὸ ἀπαράλλακτον παριστῶσα. Ὅταν δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι διδα σκώμεθα καὶ γεννηθέντα, ἀλλ' οὐχὶ ποιηθέντα, μὴ κατα πίπτωμεν ἐπὶ τὰς σωματικὰς τῶν παθῶν ἐννοίας. Οὐ γὰρ ἐμερίσθη ἡ οὐσία ἀπὸ Πατρὸς εἰς Υἱόν, οὐδὲ ῥυεῖσα ἐγέννησεν, οὐδὲ προβαλοῦσα, ὡς τὰ φυτὰ τοὺς καρπούς, ἀλλ' ἄρρητος καὶ ἀνεπινόητος λογισμοῖς ἀνθρώπων τῆς θείας γεννήσεως ὁ τρόπος. Ταπεινῆς γὰρ τῷ ὄντι καὶ σαρκίνης ἐστὶ διανοίας τοῖς φθαρτοῖς καὶ προσκαίροις ἀφομοιοῦν τὰ ἀΐδια καὶ οἴεσθαι ὅτι, ὡς τὰ σωματικά, οὕτω γεννᾷ καὶ ὁ Θεὸς ὁμοίως, δέον ἐκ τῶν ἐναντίων λαμβάνειν τὰς ἀφορμὰς πρὸς τὴν εὐσέβειαν, ὅτι, ἐπειδὴ τὰ θνητὰ οὕτως, ὁ Ἀθάνατος οὐχ οὕτως. Οὔτε οὖν ἀρνεῖσθαι δεῖ τὴν θείαν γέννησιν, οὔτε σωματικαῖς ἐννοίαις καταρρυ ποῦν ἑαυτοῦ τὴν διάνοιαν. 52.4 Τὸ δὲ Πνεῦμα τὸ Ἅγιον Πατρὶ μὲν καὶ Υἱῷ συναριθμεῖ ται, διὸ καὶ ὑπὲρ τὴν κτίσιν ἐστί, τέτακται δὲ ὡς ἐν Εὐαγγελίῳ δεδιδάγμεθα παρὰ τοῦ Κυρίου εἰπόντος· «Πο ρευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.» Ὁ δὲ προτιθεὶς Υἱοῦ ἢπρεσβύτερον λέγων Πατρός, οὗτος ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλλότριος δὲ τῆς ὑγιαινούσης πίστεως, μὴ ὃν παρέλαβε τρόπον δοξολογίας φυλάττων, ἀλλ' ἑαυτῷ καινοφωνίαν εἰς ἀρέσκειαν ἀνθρώπων ἐπινοῶν. Εἰ γὰρ ἀνώτερον Θεοῦ, οὐκ ἐκ τοῦ Θεοῦ. Γέγραπται γάρ· «Τὸ δὲ Πνεῦμα ἐκ τοῦ Θεοῦ.» Εἰ δὲ ἐκ τοῦ Θεοῦ, πῶς πρεσβύ τερόν ἐστι τοῦ ἐξ οὗ ἐστι; Τίς δὲ καὶ ἡ παράνοια, ἑνὸς ὄντος τοῦ ἀγεννήτου, ἄλλο τι λέγειν τοῦ ἀγεννήτου ἀνώ τερον; Ἀλλ' οὐδὲ τοῦ Μονογενοῦς πρότερον· οὐδὲν γὰρ μέσον Υἱοῦ καὶ Πατρός. Εἰ δὲ μή ἐστιν ἐκ Θεοῦ, διὰ Χριστοῦ δέ ἐστιν, οὐδέ ἐστι τὸ παράπαν. Ὥστε ἡ περὶ τὴν τάξιν καινοτομία αὐτῆς τῆς ὑπάρξεως ἀθέτησιν ἔχει καὶ ὅλης τῆς πίστεώς ἐστιν ἄρνησις. Ὁμοίως οὖν ἐστιν ἀσεβὲς καὶ ἐπὶ τὴν κτίσιν καταγαγεῖν καὶ ὑπερτιθέναι αὐτὸ Υἱοῦ ἢ Πατρός, ἢ κατὰ τὸν χρόνον, ἢ κατὰ τὴν τάξιν. Ἃ μὲν οὖν ἤκουσα ἐπιζητεῖσθαι παρὰ τῆς εὐλα βείας ὑμῶν, ταῦτά ἐστιν· ἐὰν δὲ δῷ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι, τάχα ἄν τι καὶ περὶ τούτων πλέον εἴποιμεν καὶ αὐτοὶ δ' ἂν περὶ ὧν ἐπιζητοῦ μεν εὕροιμέν τινα παρ' ὑμῶν πληροφορίαν.
53.τ ΧΩΡΕΠΙΣΚΟΠΟΙΣ
53.1 Τὸ τοῦ πράγματος ἄτοπον περὶ οὗ γράφω, διότι μὲν ὅλως ὑπωπτεύθη καὶ
ἐλαλήθη, ὀδύνης ἐπλήρωσέ μου τὴν ψυχήν, τέως δὲ ἐφάνη μοι ἄπιστον. Τὸ οὖν περὶ αὐτοῦ γράμμα, ὁ μὲν συνεγνωκὼς ἑαυτῷ δεξάσθω ὡς ἴαμα, ὁ δὲ μὴ συνεγνωκὼς ὡς προφυλακτήριον, ὁ δὲ ἀδιάφορος, ὅπερ ἀπεύχομαι ἐφ' ὑμῖν εὑρεθῆναι, ὡς