οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, ὅπως μὴ εἴ πωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;" Οὕτως ἡμᾶς προσιόντας ἀμελητὶ, προσδέξεται, καὶ κατελεήσει λέγων· "Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι." Ἔσται γὰρ κατά τινα τρόπον ἀπηνὴς εἰς ἡμᾶς, "ὅς γε," κατὰ τὸν Παῦλον," τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν;" Ἐπειδὴ γὰρ ἐν ταῖς τοιαύταις πλημμελείαις οἱ παλαιότεροι ἦσαν, κατεκράτει μὲν, ἵν' οὕτως εἴπω, ὁ διάβολος τῆς ὑφ' ἡλίῳ. Ἐβασίλευε δὲ οὕτως ἐφ' ἡμᾶς ἡ ἁμαρτία, καὶ ὁλοκλήρῳ τῷ γένει διελυμαίνετο, ὡς ὁρᾶσθαι μὲν οὐ δαμοῦ τὸν ποιοῦντα χρηστότητα· μᾶλλον δὲ ὅλως "οὐκ εἶναι, καθά φησιν ὁ Ψαλμῳδὸς, ἕως ἑνός. Πάν τες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν," ἀναγκαίως ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, καθὼς γέγραπται· "Οὐχ ἁρπαγ μὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών." Καὶ δι' ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς ἐλογίσθη, γεννηθεὶς ἐκ γυναικὸς, καὶ ἄνθρωπος ὄντως πεφηνὼς ἐπὶ τῆς γῆς, ἵνα, καθάπερ ὁ Παῦλός φησι, ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν· ἵνα τὰς ἁπάντων ἡμῶν ἁμαρτίας, καθὼς γέγραπται πάλιν, ἐνεγκὼν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἐξαλείψῃ τὸ καθ' ἡμῶν χειρόγραφον· ἵνα τῆς ἡμετέρας σαρκὸς τὰς ἀσθενείας οἰκειωσάμε νος, ἀπονεκρώσῃ μὲν τὴν ἐν τοῖς μέλεσιν ἡμῶν τυ ραννήσασαν ἡδονήν· ὥσπερ δὲ μαινομένῃ θαλάσσῃ τοῖς ἐν ἡμῖν πάθεσιν εἴπῃ· "Σιώπα, πεφίμωσο·" καὶ πάντα μεταρυθμίσας τὰ ἐν ἡμῖν εἰς ἀμείνονα τάξιν καὶ ἑδραιότητα· τὴν ἀρετὴν δὲ ὅλην ἀναμορ 77.552 φώσῃ τὴν φύσιν, ὡς καὶ πρὸς τὴν ἀρχέτυπον εἰκόνα, καθ' ἣν καὶ πεποίηται. Καὶ οὐ μέχρι τούτων τῶν εἰς ἡμᾶς ἀγαθῶν διὰ τῆς ἐνανθρωπήσεως τὴν χορηγίαν ἔστησεν ὁ Μονογενής. Ζωὴ γὰρ κατὰ φύσιν ὑπάρχων, ὥσπερ οὖν ἐστι καὶ ὁ γεννήσας αὐτὸν, θανάτου κρείτ τονα τὴν, ἐν ᾗ κατῴκηκεν, ἀπέδειξε σάρκα. Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες, καὶ δυσσεβείας ἁπάσης ἀνάπλεῳ, σταυρῷ μὲν αὐτὸν καὶ θανάτῳ παραδεδώκασι, ταῖς τοῦ διαβόλου στρατηγίαις κατὰ πάντα πειθόμενοι. Ἀλλ' ἐνίκησε παθὼν, καὶ σωτηρίας ἡμῖν ὑπόθεσιν τὸν τῆς ἰδίας σαρκὸς ἀνέδειξε θάνατον. Ὅλον γὰρ εὐθὺς σκυλεύσας τὸν ᾅδην, καὶ τὰς ἀφύκτους τοῖς τῶν κεκοιμημένων πνεύμασιν ἀναπετάσας πύλας, ἔρημόν τε καὶ μόνον ἀφεὶς ἐκεῖσε τὸν διάβολον, "ἀνέστη τριήμερος, λύσας τὰς ὠδῖνας τοῦ θανάτου," καθὼς γέγραπται, "καθότι οὐκ ἦν δυνατὸν ἀραρέσθαι αὐτὸν ὑπ' αὐτοῦ·" καινοτομήσας δὲ τῇ ἀνθρωπείᾳ φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως τὴν ὁδὸν, εἰς αὐτὸν ἀνέβη τὸν οὐρανὸν, "νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν," κατὰ τὴν τοῦ Παύλου φωνήν· ἵνα καὶ τὰ λαμπρὰ τῶν ἀγγέλων ἐνδιαιτήματα βά σιμα τοῖς ἐπὶ γῆς ἀποδείξῃ. Αὐτὸς γάρ "ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἒν," καὶ ἀν θρώπους μὲν ἀγγέλοις εἰς φιλίαν συνάψας, τὴν δὲ παρὰ τῶν ἀγγέλων ἀγάπησιν εἰς ἡμᾶς καταγαγὼν, ἵνα τοίνυν συμβασιλεύσωμεν τῷ Χριστῷ, ἵνα μερι σταὶ καὶ κοινωνοὶ τῆς ἀθανάτου δόξης εὑρισκώμεθα, πάντα μὲν ὄκνον ἀποπεμψάμενοι, καὶ τὴν ἐπ' ἀγα θοῖς ῥᾳθυμίαν, ὥσπερ ἔξω τῆς ἑαυτῶν διανοίας ποιού μενοι, ἥδιστα δὲ λίαν τοῖς ὑπὲρ ἀρετῆς ὁμιλοῦντες ἱδρῶσιν. "Ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας·" μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις σχολάζωμεν, ἀλλ' ἐνδυσώμεθα τὸν Κύριον Ἰησοῦν, ἀναλάβωμεν σπλάγχνα καὶ οἰκτιρμοὺς, τὴν εἰς ἀλλήλους ἀγάπην ἐπιτηδεύσωμεν· τὴν πραότητα, τὴν ταπεινοφροσύνην, τὴν ἐγκράτειαν, τὸν περὶ πέ νητας ἕλεον· καὶ ἁπαξαπλῶς εἰπεῖν, τῆς εἰς Θεὸν ἐξουσίας ἀπρὶξ ἐχόμενοι, καὶ πᾶσαν μελετῶντες εὐλάβειαν. Οὕτω γὰρ, οὕτω, καθαρῷ συνειδότι, καὶ μετὰ φρονήματος ἱλαροῦ