Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
λαόν. Ὡς γὰρ ὑπὲρ νόμου πάσχοντα λοιπὸν, ἀγαπᾷν ἠναγκάζετο, ἑτοιμότερός τε ἤδη τοῖς παρ' αὐτοῦ κηρυττομένοις πρὸς τὸ πιστεύειν ἐγίνετο. Οὐκοῦν τὰς τῶν Ἰουδαίων εὐνοίας, καὶ τὴν τῶν σκληροτέρων ἀπείθειαν ἀγοράζειν ὥσπερ ὁ Βαπτιστὴς διὰ τοῦ πάσχειν ἠπείγετο. Ἐπειδὴ δὲ Πνεύματος ἁγίου μέτοχος ὢν, καὶ προφητικῆς ἀναπεπλησμένος χάριτος ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, τὸ τυραννικὸν ἐθεώρει ξίφος ἀπογυμνούμενον ἤδη, καὶ τὸν τοῦ σώματος ἀπαστράπτον θάνατον, ἐζήτει τοὺς οἰκείους μαθητὰς βεβαιῶσαι πρὸς τὴν πίστιν τὴν ἐπὶ τῷ Σωτῆρι Χριστῷ· εἰδέναι τε καὶ μάλα σαφῶς ἐπεθύμει κατ' οὐδὲν ἐνδοιάζοντας, ὅτιπερ αὐτός ἐστιν ὁ ἐπὶ σωτηρίᾳ πάντων ἥξειν προσδοκώμενος. Προσποιεῖται τοίνυν οἰκονομικῶς ἀγνοεῖν, ἵνα πιστεύσαντι σύνδρομοι πάλιν οἱ μαθηταὶ πρὸς τὸ πιστεύειν εὑρίσκοιντο. Ἦν γὰρ δὴ καὶ φρονήματος οὐ μικρὰν ἐν ἑαυτῷ τὴν ἀλαζονείαν ὠδίνοντος, μὴ ταῖς τοῦ διδασκάλου μᾶλλον, ἀλλὰ ταῖς οἰκείαις παιδαγωγεῖσθαι βουλαῖς Οὐκοῦν οἰκονομικῶς, καὶ ἵν' οὕτως εἴπω 75.172 μεν, ὥσπερ ἐπὶ σκηνῆς τὸ τῶν ἀγνοούντων προσωπεῖον ἑαυτῷ περιθεὶς, πέμπει τῶν οἰκείων μαθητῶν, οἵπερ ἦσαν συνετώτεροι, καὶ δὴ καὶ ἀναπυνθάνεσθαι κελεύει, καὶ διὰ ζώσης τοῦ Σωτῆρος φωνῆς ἐκμαθεῖν, εἰ αὐτός ἐστιν προσδοκώμενος. Ἐπειδὴ δὲ ἧκον ἤδη πρὸς τὸν Ἰησοῦν οἱ ἀπεσταλμένοι, τοῦτο συνεὶς, ἅτε δὴ Θεὸς ὑπάρχων ἀληθινὸς, πλουσιωτέραν ἐποιεῖτο τὴν ἐπὶ τοῖς κάμνουσι φιλοτιμίαν, καὶ παραδόξων ηὑρίσκετο ποιητὴς τότε μᾶλλον ἢ πρότερον· ἐκεῖνα δὲ οἰκονομικῶς εἰργάζετο κατ' ἐκεῖνο μάλιστα καιροῦ, ἅπερ αὐτὸν ἐπιτελέσειν, ὅταν ἥκοι πρὸς ἡμᾶς, οἱ προφῆται διήγγελλον. Ἐρωτώμενος τοίνυν, οὐκ εὐθὺς ὑπαντᾷ καί φησι τὸ, Ἐγώ εἰμι, ἀλλὰ τοῖς προφητικοῖς κηρύγμασι τὴν ἐν τοῖς ἀποτελεσθεῖσι παραθεὶς μεγαλουργίαν· Πορευθέντες, φησὶν, ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ἠκούσατε μὲν γὰρ διὰ τῶν προφητῶν, εἴδετε δὲ πληρωθέντα δι' ἐμοῦ. Ἀλλὰ τούτων πορευομένων, ὡς αὐτός φησιν ὁ εὐαγγελιστὴς, ἤρξατο ὁ Χριστὸς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθετε ἰδεῖν; καὶ τὰ τούτοις ἐφεξῆς κείμενα. Ἀναγκαῖον δὲ πάλιν καὶ τὸν περὶ τούτου λόγον ἐποιήσατο Χριστός. Ἐπειδὴ γὰρ ἐμάνθανεν ἡ περιεστῶσα τῶν ἀκροωμένων πληθὺς, ὡς ἦσαν μὲν τῶν Ἰωάννου μαθητῶν οἱ τὴν πεῦσιν προσάγοντες, ἧκον δὲ οὐκ ἰδίας ὥσπερ ἀγνοίας ζητοῦντες ἀπαλλαγὴν, ἀλλὰ τῆς αὐτοῦ πεπομφότος καὶ διερωτᾷν ἀναπείθοντος, κατενόησεν ἅτε δὴ καὶ καρδίας εἰδὼς, καὶ τὰ ἐν τῷ ἀνθρώπῳ γιγνώσκων, ὅτι πάντως ἐροῦσί τινες καὶ λογιοῦνται καθ' ἑαυτούς· Εἰ μέχρι σήμερον ἀγνοεῖ τὸν Ἰησοῦν ὁ μακάριος Ἰωάννης, πῶς ἡμῖν αὐτὸν ἐδείκνυε λέγων· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου; Καὶ ἦν οὐ μικρὸν ἐντεῦθεν ὑπολαβεῖν ἔσεσθαι τοῖς ὄχλοις τὸ βλάβος. Οὐκοῦν τὸ συμβεβηκὸς αὐτοῖς θεραπεύων πάθος, καὶ τὴν ἀπὸ τοῦ σκανδάλου ζημίαν ἀποῤῥιζῶν, λέγει πρὸς αὐτούς· Τί ἐξήλθετε εἰς τὴν ἔρημον ἰδεῖν; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Ἐθαυμάσατε, φησὶ, τὸν μακάριον Βαπτιστὴν, καὶ δὴ καὶ τὴν πρὸς αὐτὸν ἀποδημίαν ἐπονίσασθε πολλάκις, τὰς οὕτω μακρὰς τῆς ἐρήμου κατατρίβοντες ὁδοὺς, καὶ ἱδρῶτι πολλῷ τὴν ἐντεῦθεν ὠφέλειαν ὠνούμενοι. Ἄρ' οὖν εἰκῆ καὶ προχείρως, φησὶν, ἐθαυμάζετε, εἴπερ οὕτως αὐτὸν ἐλαφρὸν ἔχειν οἴεσθε τὸν νοῦν, ὡς προσεοικέναι καλάμῳ τῷ λίαν ἑτοίμως ἐφ' ὅπερ ἂν συνωθῇ τὸ πνεῦμα συννεύοντι. Πῶς γὰρ οὐχὶ τοιοῦτος ὢν εὑρεθήσεται, εἴπερ ὄντως, ὃν οἶδεν, ἀγνοεῖν ὁμολογεῖ, ἐκ πολλῆς τινος τοῦτο παθὼν ἐλαφρίας; Ἀλλ' οὐ κάλαμον μέν· Τί δὲ ὅμως ἰδεῖν ἐξήλθετε; Ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Οἷς δὴ καὶ μᾶλλον ἂν εἴη, φησὶν, ἁρμοδιώτερον τὸ ἐν φρεσὶν ὑπάρχειν ἐλαφραῖς. Πόθεν γὰρ ὁ σύντονος οὕτω περὶ τὴν ἄσκησιν, βέβαιός τε καὶ πολὺς εἰς τὸ καὶ αὐτῶν τῶν τῆς σαρκὸς καταγωνίζεσθαι παθῶν, εἰς τοσαύτην ἀμαθίαν ἐκβήσεται; Τὸ γὰρ ἐν τοιαύτῃ κεῖσθαι διανοίας κουφότητι, ψυχῆς ἂν εἴη, φησὶν, οὐ σκληραγωγίαις μᾶλλον, ἀλλὰ ταῖς 75.173 ἐν κόσμῳ τρυφαῖς ἡδομένης. Εἰ μὲν οὖν ὡς οὐκ ὄντα ἐν μαλακοῖς θαυμάζετε,