1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

53

διαμαρτυρίαν. Τί δέ ἐστιν ὃ λέγω; Φασί τινές τινας ὑμῶν παρὰ τῶν χειροτο νουμένων λαμβάνειν χρήματα, ἐπισκιάζειν δὲ ὀνόματι εὐσεβείας. Τοῦτο δὲ χεῖρόν ἐστιν. Ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῇ, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ. Ταῦτα εἰ οὕτως ἔχει, τοῦ λοιποῦ μὴ γινέσθω, ἀλλὰ διορθωθήτω, ἐπεὶ ἀνάγκη λέγειν πρὸς τὸν δεχόμενον τὸ ἀργύριον ὅπερ ἐρρήθη παρὰ τῶν Ἀποστόλων πρὸς τὸν θέλοντα δοῦναι, ἵνα Πνεύματος Ἁγίου μετουσίαν ὠνήσηται· «Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν». Κου φότερος γὰρ ὁ δι' ἀπειρίαν ὠνήσασθαι θέλων, ἢ ὁ πιπράσκων τὴν τοῦ Θεοῦ δωρεάν. Πρᾶσις γὰρ ἐγένετο, καί, ὃ σὺ δωρεὰν ἔλαβες, ἐὰν πωλῇς, ὡσανεὶ πεπραμένος τῷ Σατανᾷ ἀφαιρεθήσῃ τοῦ χαρίσματος. Καπηλείαν γὰρ ἐπεισάγεις τοῖς πνευματικοῖς καὶ τῇ Ἐκκλησίᾳ, ἔνθα πεπιστεύμεθα σῶμα καὶ αἷμα Χριστοῦ. Ταῦτα οὕτω γίνεσθαι οὐ χρή. Ὃ δέ ἐστι τὸ τέχνασμα, λέγω. Νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ προλαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν. Λαβεῖν δὲ ἔστιν ὅτε δή ποτε τὸ λαβεῖν. 53.2 Παρακαλῶ οὖν, ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν ἀπόθεσθε, καὶ μή, τὰς χεῖρας μολύναντες τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιή σητε τοῦ ἐπιτελεῖν ἅγια μυστήρια. Σύγγνωτε δέ μοι. Πρῶτον μὲν ὡς ἀπιστήσας, εἶτα δὲ ὡς πεισθεὶς ἀπειλῶ. Εἴ τις μετὰ ταύτην μου τὴν ἐπιστολὴν πράξειέ τι τοιοῦ τον, τῶν μὲν ἐνταῦθα θυσιαστηρίων ἀναχωρήσει, ζητήσει δὲ ἔνθα τὴν τοῦ Θεοῦ δωρεὰν ἀγοράζων μεταπωλεῖν δύνα ται. Ἡμεῖς γὰρ καὶ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἓν δὲ προσθεὶς παύσομαι. ∆ιὰ φιλαργυρίαν γίνεται ταῦτα. Ἡ δὲ φιλαργυρία καὶ ῥίζα πάντων τῶν κακῶν ἐστι καὶ ὀνομάζεται εἰδωλολατρεία. Μὴ οὖν τοῦ Χριστοῦ προτιμήσητε τὰ εἴδωλα διὰ μικρὸν ἀργύ ριον, μηδὲ πάλιν τὸν Ἰούδαν μιμήσησθε, λήμματι προδι δόντες δεύτερον τὸν ἅπαξ ὑπὲρ ἡμῶν σταυρωθέντα. Ἐπεὶ καὶ τὰ χωρία καὶ αἱ χεῖρες τῶν τοὺς καρποὺς τούτους δεχομένων Ἀκελδαμὰ κληθήσονται.

54.τ ΧΩΡΕΠΙΣΚΟΠΟΙΣ

54.1 Πάνυ με λυπεῖ ὅτι ἐπιλελοίπασι λοιπὸν οἱ τῶν Πατέρων κανόνες καὶ

πᾶσα ἀκρίβεια τῶν Ἐκκλησιῶν ἀπελήλαται, καὶ φοβοῦμαι μή, κατὰ μικρὸν τῆς ἀδιαφορίας ταύτης ὁδῷ προϊούσης, εἰς παντελῆ σύγχυσιν ἔλθῃ τὰ τῆς Ἐκκλησίας πράγματα. Τοὺς ὑπηρετοῦντας τῇ Ἐκκλησίᾳ ἡ πάλαι ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις ἐμπολιτευομένη συνήθεια μετὰ πάσης ἀκριβείας δοκιμάζουσα παρεδέχετο· καὶ ἐπολυπραγ μονεῖτο πᾶσα αὐτῶν ἡ ἀναστροφή, εἰ μὴ λοίδοροί εἰσιν, εἰ μὴ μέθυσοι, εἰ μὴ πρόχειροι πρὸς τὰς μάχας, εἰ παιδαγω γοῦσιν ἑαυτῶν τὴν νεότητα, ὥστε κατορθοῦν δύνασθαι τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ τοῦτο ἐξήταζον μὲν πρεσβύτεροι καὶ διάκονοι οἱ συνοικοῦντες αὐτοῖς, ἐπανέφερον δὲ τοῖς χωρεπισκόποις, οἵ, τὰς παρὰ τῶν ἀληθινῶς μαρτυρούντων δεξάμενοι ψήφους καὶ ὑπο μνήσαντες τὸν ἐπίσκοπον, οὕτως ἐνηρίθμουν τὸν ὑπηρέ την τῷ τάγματι τῶν ἱερατικῶν. Νῦν δὲ πρῶτον μὲν ἡμᾶς παρωσάμενοι καὶ μηδὲ ἐπαναφέρειν ἡμῖν καταδεχόμενοι, εἰς ἑαυτοὺς τὴν ὅλην περιεστήσατε αὐθεντίαν. Ἔπειτα καταρρᾳθυμοῦντες τοῦ πράγματος, πρεσβυτέροις καὶ δια κόνοις ἐπετρέψατε οὓς ἂν ἐθέλωσιν ἀπὸ ἀνεξετάστου βίου, κατὰ προσπάθειαν, ἢ τὴν ἀπὸ συγγενείας, ἢ τὴν ἐξ ἄλλης τινὸς φιλίας, ἐπεισάγειν τῇ Ἐκκλησίᾳ τοὺς ἀναξίους. ∆ιὸ πολλοὶ μὲν ὑπηρέται ἀριθμοῦνται καθ' ἑκάστην κώμην, ἄξιος δὲ λειτουργίας θυσιαστηρίου οὐδείς, ὡς ὑμεῖς αὐτοὶ μαρτυρεῖτε, ἀποροῦντες ἀνδρῶν ἐν ταῖς ψηφοφορίαις. Ἐπεὶ οὖν ὁρῶ τὸ πρᾶγμα λοιπὸν εἰς ἀνήκεστον προϊόν, μάλιστα νῦν, τῶν πλείστων φόβῳ