οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
τὴν πάναγνον ἐπιτελέσωμεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ τρίτης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀγδόης καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ τοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ Σαβ βάτου, κατὰ τὰς ἀποστολικὰς παραδόσεις· ἑορτάζον τες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τετάρτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Τεσσαρακοστῆς. Οὕτω γὰρ καὶ βασιλείαν οὐρανῶν κληρονομήσομεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Ηʹ.
αʹ. "Σαλπίσατε σάλπιγγι ἐν Σιὼν," νόμος πού φησιν ἱερὸς, τὸν
ἐτήσιον τῆς Ἐκκλησίας λόγον ἐπὶ τὰ συνήθη διανιστὰς σπουδάσματα, καὶ τοῖς ἄριστα βιοῦν ᾑρημένοις τὰ τῶν θείων ἀγώνων ψηφηφορεῖν ἀναγκάζων συνθήματα. Ἰδοὺ γὰρ, ἰδοὺ καὶ εἰσαῦθις ἡμῖν καθάπερ ἔκ τινος κύκλου, καὶ περιστροφῆς τῆς ἁγίας ἡμῶν ἑορτῆς ἀνίσχει καιρὸς, προελαυνούσης δηλονότι νηστείας, καὶ τοῦ τῆς καρτερίας ἀγῶνος ἑωσφόρου τάξει προανατέλλοντος. Ὁ μὲν γὰρ τοῖς ἔχουσι φιλεργὸν τὴν διάνοιαν, μονονουχὶ καὶ φωνὴν ἀφιεὶς, τὰς ἡλίου κατασημαίνει βολὰς, καὶ, ἵν' οὕτως εἴπω, θυρῶν εἴσω βεβηκὼς, τῆς ἡμέρας ἐπιδεικνύων τὸ φῶς, ἀποθέσθαι μὲν ὀμμάτων τὸν ὕπνον, παραι τεῖσθαι δὲ δρᾷν τὰ νυκτὶ πρέποντα συμβουλεύει λοι πόν· ἡ δὲ πάναγνος αὕτη καὶ καθαρωτάτη νηστεία, τῆς ἁγίας ἡμῶν ἑορτῆς προαναπηδῶσα καὶ ἀναλάμ πουσα, πρὸς ὑπόμνησιν ἄγει τῶν φιλαρέτων τὸν νοῦν, τῶν διὰ τοῦ Παύλου διηγγελμένων πνευματι κῶς· "Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀπο θώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ἔργα τοῦ φωτὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περι πατήσωμεν. Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ' ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν·" τὸ λαμπρὸν ὄντως τῶν εὐσεβούντων ἄμφιον. Τοὺς μὲν οὖν ἐν ἡδονῇ θεμένους τὸ πλεῖν, καὶ ναυτίλλεσθαι φιλεῖν ἑλομένους αὖραι κατὰ πρύμνης ἰοῦσαι λεπταὶ, τῶν μὲν λιμένων ἀπαίρειν ὡς τάχος, ἀπολύειν δὲ τῆς ἠπείρου τὰ πείσματα δεδιότας οὐδὲν, ἀναπείθουσιν. Ἀλλὰ καὶ περκάζων ἐν ὄρχοις ὁ βότρυς, καὶ ῥαγάδα δεικνὺς σχιζομένην ἤδη καὶ μεθύουσαν, ᾆσμα καὶ μέλος καλεῖ πως τὸ ἐπιλήνιον. Ἀναφρίττων δὲ τῆς ἀρού ρας ὁ στάχυς, καὶ χρυσῇ μὲν ἤδη καλάμῃ λαμπρὸς, εὐτραφῇ δὲ τῷ κόσμῳ καταβριθόμενος ἐπασχάλλει τάχα τῷ τοῦ κείροντος μελλησμῷ. Καιρὸς γὰρ, οἶμαι, πᾶσι προσφιλὴς, εἰς ἕκαστα τῶν χρησίμων ἐπιτήδειος. Τούτων δὲ τῇδε διεγνωσμένων, πῶς οὐ λίαν αἰσχρὸν, καὶ τῆς ἁπάσης βδελυρίας ἄξιον, λογισμοῦ μὲν ἡμᾶς διαμαρτάνειν τοῦ πρέποντος, γέλωτα δὲ ὀφλεῖν παρὰ Θεῷ; καὶ σφόδρα εἰκότως, εἰ μὴ παρόντος ἤδη προ θύμως ἐπιδραττόμεθα τοῦ καιροῦ, καθ' ὃν ἂν γένοιτο καὶ τὸ δύνασθαι διαπρέπειν ἐν ἀρεταῖς, τοῖς ἐπ' αὐτὰς ἰοῦσιν ἱππήλατον· ἀναδυόμενοι γὰρ, καὶ ἀποῤῥιπτοῦντες ἀεὶ τὸ θηρᾷν ἐπείγεσθαι τὰ βελτίω, καὶ τὴν τῶν ἀγαθῶν ζημίαν ἀσυνέτως ἑαυτοῖς ἐπαν τλήσαντες, ἀκουσόμεθα δικαίως τὸ τῆς ῥᾳθυμίας πρέπον· "Πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται." Ἀεὶ 77.556 μὲν οὖν τὸ ἀγαθουργεῖν, καὶ τρόποις τοῖς ἀρίστοις ἐπισεμνύνεσθαι, φαίην ἂν ἔγωγε τοῖς εὐσεβέσιν ὅτι μάλιστα πρεπωδέστατον· τὸ γὰρ, οἶμαι, καταλήγειν τῆς δικαιοσύνης, ἀρχὴν ἂν ἔχοι φαυλότητος. Ἀλλὰ τῆς συνήθους ἐπιεικείας