1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

54

τῆς στρατολογίας εἰσποι ούντων ἑαυτοὺς τῇ ὑπηρεσίᾳ, ἀναγκαίως ἦλθον εἰς τὸ ἀνανεώσασθαι τοὺς τῶν Πατέρων κανόνας, καὶ ἐπιστέλλω ὑμῖν ἀποστεῖλαί μοι τὴν ἀναγραφὴν ἑκάστης κώμης τῶν ὑπηρετούντων καὶ ὑπὸ τίνος εἰσῆκται ἕκαστος καὶ ἐν ποίῳ βίῳ ἐστίν. Ἔχετε δὲ καὶ αὐτοὶ παρ' ἑαυτοῖς τὴν ἀναγρα φήν, ὥστε συγκρίνεσθαι τοῖς παρ' ἡμῖν ἀποκειμένοις γράμ μασι τὰ ὑμέτερα καὶ μηδενὶ ἐξεῖναι ἑαυτὸν ὅτε βούλεται παρεγγράφειν. Οὕτω μέντοι μετὰ τὴν πρώτην ἐπινέμησιν εἴ τινες ὑπὸ πρεσβυτέρων εἰσήχθησαν, ἐπὶ τοὺς λαϊκοὺς ἀπορριφῶσιν. Ἄνωθεν δὲ γένηται αὐτῶν παρ' ὑμῶν ἐξέ τασις, κἂν μὲν ἄξιοι ὦσι, τῇ ὑμετέρᾳ ψήφῳ παραδεχθή τωσαν. Ἐπικαθαρίσατε τὴν Ἐκκλησίαν τοὺς ἀναξίους αὐτῆς ἀπελαύνοντες, καὶ τοῦ λοιποῦ ἐξετάζετε μὲν τοὺς ἀξίους καὶ παραδέχεσθε, μὴ ἀριθμεῖτε δὲ πρὶν εἰς ἡμᾶς ἐπανενεγκεῖν, ἢ γινώσκετε ὅτι λαϊκὸς ἔσται ὁ ἄνευ ἡμε τέρας γνώμης εἰς ὑπηρεσίαν παραδεχθείς.

55.τ ΓΡΗΓΟΡΙΩ ΠΡΕΣΒΥΤΕΡΩ

55.1 Ἐνέτυχόν σου τοῖς γράμμασι μετὰ πάσης μακροθυμίας, καὶ ἐθαύμασα

πῶς, δυνάμενος ἡμῖν συντόμως καὶ εὐκόλως ἀπολογήσασθαι διὰ τῶν πραγμάτων, τοῖς μὲν κατηγορου μένοις ἐπιμένειν καταδέχῃ, λόγοις δὲ μακροῖς θεραπεύειν ἐπιχειρεῖς τὰ ἀνίατα. Οὔτε πρῶτοι οὔτε μόνοι, ὦ Γρηγό ριε, ἐνομοθετήσαμεν γυναῖκας ἀνδράσι μὴ συνοικεῖν. Ἀλλ' ἀνάγνωθι τὸν κανόνα τὸν ἐξενεχθέντα παρὰ τῶν ἁγίων Πατέρων ἡμῶν ἐν τῇ συνόδῳ Νικαίας, ὃς φανερῶς ἀπηγό ρευσε συνεισακτοὺς μὴ εἶναι. Ἀγαμία δὲ ἐν τούτῳ ἔχει τὸ σεμνόν, ἐν τῷ κεχωρίσθαι τῆς μετὰ γυναικῶν διαγωγῆς. Ὡς, ἐὰν ἐπαγγελλόμενός τις τῷ ὀνόματι ἔργῳ τὰ τῶν ταῖς γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι τὸ μὲν τῆς παρθενίας σεμνὸν ἐν τῇ προσηγορίᾳ διώκων, τοῦ δὲ καθ' ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος. Τοσούτῳ οὖν μᾶλλον ἐχρῆν σε εὐκόλως εἶξαι ἡμῶν τῇ ἀξιώσει ὅσῳπερ λέγεις ἐλεύθερος εἶναι παντὸς σωματικοῦ πάθους. Οὔτε γὰρ τὸν ἑβδομηκονταετῆ γεγονότα πείθομαι ἐμπαθῶς συνοικεῖν γυναικί, οὔτε ὡς ἐπιγενομένῃ τινὶ ἀτόπῳ πράξει ὡρίσαμεν ἃ καὶ ὡρίσαμεν, ἀλλ' ἐπειδὴ ἐδιδάχθημεν παρὰ τοῦ Ἀπο στόλου μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. Οἴδαμεν δὲ ὅτι τὸ παρά τινων ὑγιῶς γινόμενον ἄλλοις ἀφορμὴ πρὸς ἁμαρτίαν ὑπάρξει. Τούτου ἕνεκεν προσε τάξαμεν, ἑπόμενοι τῇ διαταγῇ τῶν ἁγίων Πατέρων, χωρι σθῆναί σε τοῦ γυναίου. Τί οὖν ἐγκαλεῖς τῷ χωρεπισκόπῳ καὶ παλαιᾶς ἔχθρας μέμνησαι; Τί δὲ ἡμᾶς καταμέμφῃ ὡς εὐκόλους ἀκοὰς ἔχοντας εἰς τὸ τὰς διαβολὰς προσίεσθαι, ἀλλ' οὐχὶ σεαυτῷ μὴ ἀνεχομένῳ ἀποστῆναι τῆς πρὸς τὴν γυναῖκα συνηθείας; Ἔκβαλε τοίνυν αὐτὴν ἀπὸ τοῦ οἴκου σου καὶ κατάστησον αὐτὴν ἐν μοναστηρίῳ. Ἔστω ἐκείνη μετὰ παρθένων καὶ σὺ ὑπηρετοῦ ὑπὸ ἀνδρῶν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ δι' ἡμᾶς βλασφημῆται. Ἕως ἂν ταῦτα ποιῇς, αἱ μυριάδες ἅσπερ συγγράφεις διὰ τῶν ἐπιστολῶν οὐδὲν ὠφελήσουσί σε, ἀλλὰ τελευτήσεις ἀργῶν καὶ δώσεις τῷ Κυρίῳ λόγον τῆς σεαυτοῦ ἀργίας. Ἐὰν δὲ τολμήσῃς, μὴ διορθωσάμενος σεαυτόν, ἀντέχεσθαι τῆς ἱερωσύνης, ἀνάθεμα ἔσει παντὶ τῷ λαῷ καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι κατὰ πᾶσαν Ἐκκλησίαν γενήσονται.

56.τ ΠΕΡΓΑΜΙΩ

56.1 Εἰμὶ μὲν φύσει εὔκολος πρὸς τὴν λήθην, ἐπεγένετο δέ μοι καὶ τὸ τῶν

ἀσχολιῶν πλῆθος ἐπιτεῖνον τὴν ἐκ φύσεως ἀρρωστίαν. Ὥστε, καὶ εἰ μὴ μέμνημαι δεξάμενος γράμ ματα τῆς εὐγενείας σου, πείθομαι ἐπεσταλκέναι σε ἡμῖν· οὐ γὰρ ἂν πάντως ψεῦδος εἰπεῖν σε. Τοῦ δὲ μὴ ἀντιφθέγξασθαι οὐκ ἐγὼ αἴτιος, ἀλλ' ὁ μὴ