οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἐπιδοῦναί τι καὶ πλέον οὐκ ἀπεικὸς τῷ παρόντι καιρῷ, καθάπερ ἐν ὀφλήματος τάξει τὴν ἐν τούτοις ἡμᾶς φιλοτιμίαν καταθέσθαι κελεύοντι. Ὅνπερ γὰρ τρόπον τοῖς τὴν τοῦ σώματος εὐρωστίαν τετιμηκόσι, καὶ τὸ παρὰ τοῖς παιδοτρί βαις εὐδοκιμεῖν τῶν ἄλλων πάντων τεθεικόσιν ἐν ἀμείνονι, ἀεὶ μὲν γυμνάζεσθαι πρέπει, καὶ διὰ τῆς ἐν παλαίστραις ἰέναι τέχνης, οὐκ ἀσυντελὲς εἰς τὴν χρείαν. Ἐὰν δὲ πρὸς ἐπίδειξιν αὐτοὺς τῆς ἐνούσης ἀνδρείας ἀθλοθέτης καλῇ, τότε δὴ μάλιστα χρῆναι διενθυμούμενοι τῆς οὕτω μακρᾶς ἐπιεικείας οὐκ ἀθαύμαστον ἀποδοῦναι καρπὸν, ὅλῳ βαδίζουσι σθένει πρὸς τὸ θέλειν ὁρᾶσθαι διαπρεπέστεροι. Οὕτως οἶμαι δὴ πάλιν καὶ τοὺς, οἷς θεῖος πρόκειται νόμος ὡς ἐν ἀγῶνος τάξει καὶ γυμνάσματος, εὐσεβεῖν μὲν χρῆναι διὰ παντὸς, καὶ τὸ τῷ νομοθέτῃ δοκοῦν ποιεῖ σθαι περὶ πολλοῦ· καιροῦ δὲ τοῦ τῆς νηστείας εἰς λαμπροτέραν καλοῦντος ἐπίδειξιν, ὄκνον μὲν ἀποῤῥί πτειν τὸν τῆς ἀνανδρίας γεννήτορα, φρόνημα δὲ μᾶλλον ἐπασκεῖν, καὶ τεθριμμένης αὐτῆς εὐτολμίας τὸ νεανικώτερον. Ἄγε δὴ οὖν πάλιν περιζωσάμενοι τὴν ἐπ' ἀγαθοῖς προθυμίαν, καὶ τὸ ὠφελεῖν πεφυκὸς τὸν ἐκ βδελυρᾶς ἡδονῆς γοητευμάτων πράττοντες, ἐφέσει τε τῇ πρὸς τὸ χρήσιμον τὸ τοῖς ἀδικοῦσι προσ ομιλεῖν σωφρόνως εὖ μάλα παρωθούμενοι, γνησίους ἑαυτοὺς προσκυνητὰς παραστήσωμεν τῷ Χριστῷ, ἄθραυστον μὲν καὶ ἀπαραποίητον τὴν εἰς αὐτὸν τη ρήσαντες πίστιν, ἀκλινῆ δὲ καὶ ἀπαράφορον τὴν ὁμολογίαν φυλάξαντες, ἣν ὡμολογήκαμεν ἐπὶ πολλῶν μαρτύρων, τῶν ἁγίων ἀγγέλων φημί. Πολλοὶ γὰρ τῆς εὐσεβείας τὴν μόρφωσιν, καθάπερ τι προσωπεῖον ἑαυτοῖς περιπλάττοντες, "τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι," κατὰ τὴν τοῦ Παύλου φωνὴν, τὸν τῶν ἀπλουστέρων ληίζονται νοῦν, ἀπατηλοῖς παρασύρον τες λόγοις, καὶ συνολισθαίνειν αὐτοῖς ἀναπείθοντες εἰς παγίδα θανάτου, καὶ εἰς πέταυρον ᾅδου, κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ἐκεῖνα χρῆναι προσλαλεῖν τοῖς προσιοῦσιν αὐτοῖς ἐγνώκασιν, ἃ καὶ τοῖς ἱεροῖς συν δοκεῖ Γράμμασιν, ἀλλ' ὅσα καθ' ἑαυτὸν ὁ ἀδόκιμος αὐτῶν φαντάζεται νοῦς, ταῦτα ἀναπείθουσι φρονεῖν, μὴ εἰδότες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβε βαιοῦνται. "Σὺ δὲ μένε ἐν οἷς ἔμαθες, καθάπερ ὁ Παῦλός φησι, ματαίας μὲν λογομαχίας ἀποφοιτῶν," τὰ δὲ γραώδη τῶν αἱρετικῶν διαπτύων ῥημάτια, καὶ τοὺς μὲν εἰκαίους ἐκτρεπόμενος μύθους, ἔχων δὲ τὴν πίστιν ἐν ἁπλοῖς λογισμοῖς, καὶ τῆς Ἐκκλησίας τὴν παράδοσιν καθάπερ τι κειμήλιον ἐν τοῖς τῆς καρδίας ταμιείοις ἐντιθεὶς, ἔχου τῶν ἀρεσκόντων τῷ Θεῷ διδαγμάτων· ἵνα μὴ μόνον ἐν πίστει λαμπρὸς, ἀλλ' 77.557 ἤδη καὶ ἐξ αὐτῶν τῶν ἐν εὐσεβείᾳ κατορθωμάτων ὑπάρχῃς διαφανέστατος. βʹ. Πολυσχιδὴς μὲν γάρ τις ἐπὶ τὸ δύνασθαι τὴν ἀρετὴν κατορθοῦν ἀποκομίζει τρίβος· καὶ διὰ ποικί λης ἄν τις ὁδοῦ καταντήσαι μόλις "πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως·" ἐν ἑνὶ δ' οὖν ὅμως τὸ σύμπαν ἡμῶν ἀναδεσμεῖται καλὸν, ἐν τῷ, "Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν." Καὶ χαλεπὸν οὐδὲν ἀληθὴς ὅτι γέγονεν ἡμῖν ὁ λόγος, ἐπιδεικνύειν. Ἐναγωνιεῖ ται γὰρ καὶ σφόδρα γενναίως τοῖς περὶ τούτων εἰρημένοις ἡμῖν ὁ σοφώτατος ἐπιστέλλων Παῦλος· "Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγα πᾷν. Ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. Τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ἡ ἀγάπη τοῦ πλησίου κακὸν οὐκ ἐργάζεται. Πλήρωμα γοῦν νόμου ἡ ἀγάπη." Ἀκούεις ὅπως ὁ σύμπας λόγος ἐν τῷ τῆς ἀγάπης ὅρῳ περισχοινίζεται. Ὅσα γὰρ τῶν πραγμάτων, τὸν θεῖον ἐκβεβηκότα φαίνεται νόμον, ταῦτα δὴ πάντως τῶν τῆς ἀγάπης κύκλων ἐξώλισθεν. Οἷς δὲ τὸ