Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
θείου Πνεύματος δόσιν, καὶ τὴν δι' αὐτοῦ τοῖς πιστεύουσιν εἰς Θεὸν ἀναγέννησιν, οὐ μακρῶν ἡμῖν δεήσει πόνων, εἰς ἐναργεστάτην ἀπόδειξιν, ἀλλ' ἐξ αὐτῶν εἰσόμεθα τῶν τοῦ Σωτῆρος ῥημάτων· Ἀπὸ γὰρ τῶν ἡμερῶν Ἰωάννου ἕως ἄρτι, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Ἰωάννου γὰρ δὴ τὸ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, βοῶντος, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, πολλοὶ τῶν ἀκροωμένων, τὸν ἐν ἁμαρτίαις ἔτι καὶ ἀσχήμονα παραιτούμενοι βίον, ἐφέσει τε τῇ πρὸς τὸ ἄμεινον σὺν βίᾳ καὶ τόνῳ τὸν οἰκεῖον εἰς ἀρετὴν ἀναρυθμίζοντες τρόπον, γεννητοὶ Θεοῦ διὰ Πνεύματος ἀνεδείκνυντο, πεφωτισμένοι τὸν νοῦν καὶ κεκαθαρμένοι διὰ τοῦ ἁγίου βαπτίσματος. Ἢ εἴπερ οὐκ ὀρθῶς τε καὶ ἀναγκαίως εἰρῆσθαι τὰ τοιαῦτα δοκεῖ τοῖς τὴν ἑτέραν πρεσβεύουσι δόξαν, διδασκέτωσαν ὅτου δὴ χάριν ἐκ τῶν Ἰωάννου φησὶν ἡμερῶν τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάζεσθαι, ὡς οὐδενὸς ἄρα πρὸ αὐτοῦ τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάσαντος. Ποῖ ποτε οὖν ἄρα τῶν προφητῶν ἡ ἐλπὶς οἰχήσεται; Τί δὲ ὁ τοσοῦτος τῶν ἁγίων πράξει χορὸς, εἴπερ ἔξω τῆς τῶν οὐρανῶν βασιλείας κείσεται; τότε δὴ πρῶτον τοῦ ἁρπάζεσθαι λαβούσης ἀρχὴν, ὅτε χρόνοις ὑστερήσας μακροῖς, ἀνεδείχθη μόλις ὁ Βαπτιστὴς, Μετανοεῖτε, λέγων· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Ἀλλ' ἔστιν εὐσύνοπτον, ὡς ηὐτρέπιστο μὲν τοῖς ἁγίοις τὸ ἐν βασιλείᾳ γίνεσθαι, καὶ πάλαι, ἄτε δὴ καὶ συμμόρφοις ὑπάρχουσι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, καὶ διὰ τοῦτο προεγνωσμένοις παρὰ τῷ Θεῷ καὶ Πατρί. Κατὰ δὲ τὸν Ἰωάννου καιρὸν, καὶ λοιπὸν ἐφεξῆς, ἡ τοῦ Πνεύματος δόσις καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος εἰς Θεὸν ἀναγέννησις, διὰ πίστεως ἁρπάζεται. Πανταχόθεν τοίνυν ἀποδεδειγμένου σαφῶς τοῦ θεωρήματος, περιττὸν ἤδη φαίνεται τὸ μείζονά ποτε τοῦ Σωτῆρος ἔσεσθαι τὸν Ἰωάννην ὑπολαμβάνειν. Εἰ δὲ τοῦτο ἀληθὲς, λελύσθω πάλιν τῶν δι' ἐναντίας πρόβλημα.
ΛΟΓΟΣ ΙΒ.
Εἰς τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν.Οὐδὲν, φασὶ, θαυμαστὸν, εἰ ὁ Πατήρ ἐστιν ἐν Υἱῷ, καὶ ὁ Υἱὸς ἐν Πατρὶ, ὅπου καὶ περὶ ἡμῶν αἱ θεῖαι λέγουσι Γραφαὶ ὅτι Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν. Ὥσπερ οὖν καὶ ἡμεῖς ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, καθάπερ εἴρηται, οὕτω καὶ ὁ Υἱός ἐστιν ἐν Πατρί. Πῶς γὰρ οἷόν τε μείζονα ὄντα τοῦ Υἱοῦ χωρεῖν ἐν αὐτῷ τὸν Πατέρα; Ἢ πῶς κατὰ πολὺ τοῦ Πατρὸς ἐλαττούμενος ὁ Υἱὸς, ἐν αὐτῷ χωρῆσαι δυνήσεται καὶ πληρῶσαι τὸ μεῖζον; Πρὸς τοῦτο λύσις. Εἰ καθάπερ σῶμα ἐν σώματι χωρεῖν οἴεσθε τὸν Υἱὸν ἐν Πατρὶ, εἰκότως ἂν, οἶμαι, καὶ ζητεῖν ἕλοισθε τὸν εἰς ἀλλήλους ἀντεμβιβασμόν. Ἐπὶ μὲν γὰρ σκεύους ὀστρακίνου τυχὸν ἢ ἐξ ἑτέρας τινὸς ὕλης κατεσκευασμένου, οὐκ ἄκομψον ἴσως τὸ λέγειν μὴ δύνασθαι τὸ μεῖζον τῷ ἐλάττονι γενέσθαι χωρητὸν, μηδ' αὖ πάλιν τὸ ἔλαττον ἀναπληροῦν τὸ μεῖζον. Ἐπὶ δὲ τῶν ἀσωμάτων, καὶ ὧν ἡ φύσις τὸ ἔκ τινος ὕλης εἶναι διαπέφευγε, ποῖον ἂν ἔχει λόγον ἡ πρότασις; Καὶ ταῦτά φαμεν ὡς πρὸς τὸ παρὸν, τὸ παρ' ὑμῖν ἀμαθῶς ὑπονοούμενον συγχωρήσαντες, καὶ καθάπερ αὐτοὶ πλανώμενοι πεπιστεύκατε, μείζονα τοῦ Υἱοῦ εἶναι λέγειν τὸν Πατέρα· ὁ δὲ τῆς ἀληθείας λόγος οὐχ οὕτως ἔχει. Ἔστι γὰρ ἴσος τῷ Πατρὶ κατὰ πάντα. Οἶμαι δ' αὖ οὐκ ἂν ὑμᾶς ὅλως τούτοις χρήσασθαι τοῖς λόγοις, εἴπερ ᾔδειτε τί ἐστιν ἀληθινὸς ὁ Πατὴρ, καὶ ἀληθινὸς ὁ Υἱὸς, καὶ τί φῶς ἀόρατον καὶ ἀΐδιον, καὶ τὸ ἀπαύγασμα αὐτοῦ, καὶ τί πάλιν ἐστὶν ἀσώματος ὑπόστασις καὶ χαρακτὴρ ἀσώματος. Εἰ γὰρ τὰς περὶ τῶν τοιούτων μνήμας κατὰ τὴν ἀκριβῆ κατάληψιν εἰς νοῦν ἐμφορεῖτε, πάντως ἂν καὶ τὴν τοῦ Θεοῦ φύσιν ἐννοήσαντες, οὐκ ἂν ὡς περὶ σωμάτων ἐφαντάζεσθε, ἀλλ'