οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἀλλ' εἰς τὸ τοῖς ἁπλού στερον εἰωθόσι νοεῖν, φέρε δὴ πάλιν αὐτῷ περιτρέ ποντες, τοῖς τοῦ Σωτῆρος ἐφαρμόσωμεν λόγοις. Εἰς ἀκροτάτην τοιγαροῦν ἀναφέρων ἡμᾶς ἡμερότητα, καὶ φιλαδελφίαν, καὶ τὸ δύσερι καὶ φιλόνεικον, καὶ τὴν τῶν οὐδὲν ἡμῖν προσηκόντων ἐπιθυμίαν, ἀκάνθης δίκην τῆς ἡμετέρας ἀποκείρων ψυχῆς, "Παντὶ, φησὶ, τῷ αἰτοῦντί σοι δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει." Ἀκούεις ὅπως ἀποφρίττειν κε λεύει τὸ ἀλλότριον; Οὐδ' ἂν ἀφέληταί τις ἡμᾶς τὶ δικαίων, ἀντιστῆναι βούλεται· ἀμείνους δὲ μᾶλλον ὁρᾶσθαι καὶ τῶν ἐκ ζημίας ἐρεθισμῶν, ἤγουν τοῖς 77.561 ἀφαιρουμένοις ὑπό του τυχὸν ἀκρατῶς ἐπωδίνοντας, εἰς ἀσχήμονα θυμὸν ἀνακαίεσθαι φιλεῖν. γʹ. Ἀλλὰ τί μοι πρὸς ταῦτα πάλιν ὁ λωποδύτης ἐρεῖ; ὁ ταῖς μὲν τριόδοις θηρίου δίκην ἐγκαθήμενος, καὶ τὸν οὐδὲν ἀδικήσαντα, καθάπερ τινὰ τῶν πολε μίων, παρατρέχοντα λοχῶν, ποταμίοις δὲ νάμασι τὸ τῆς λῃστείας ἁπλώσας λῖνον, κἂν ἁλῷ τις, εὐθὺς ἀναπηδῶν, καὶ πρὸς τὸ παρὰ φύσιν ἀνακαιόμενος θράσος. Ποῦ μοι τέθεικας, εἰπέ μοι, τοῦ Σωτῆρος τὸν νόμον, καίτοι λέγων εἶναι Χριστιανός; Περιτ τεύεις μὲν γὰρ τὸν τῆς ἀγάπης θεσμόν· ὥσπερ δὲ εἰς θῆρα τῶν ἀτιθάσσων τινὰ μεταπεποιημένος, καὶ εἰς ἔκφυλον ἀγριότητα πεσὼν, οὐκ αἰσθάνῃ λοιπόν. Τὸν δὲ κατ' εἰκόνα γεγονότα τὴν θείαν ἐν τῷ μηδε νὸς κατατάξας λόγῳ, δρᾷς μὲν οὐκ οἰστά· σιδήρῳ δὲ πλήττειν ἀνοσίως ἀποτολμᾷς· ἀλλὰ σπέροντα νεκρὸν ἐπὶ γῆς ἔσθ' ὅτε τὸν ὁμογενῆ σοι θεώμενος ἄνθρωπον, οὐκ αὐτήν σοι παραχρῆμα διαχᾶναι πο θεῖς, οὐδὲ λογίζῃ τοῖς οὕτως ἀγρίοις ἐπιποδῶν τολμή μασι, ὡς ἀροῦν μέν σοι γέγονεν ἐν ἔθει τὴν γῆν, ἀνατέμνειν δὲ τοῖς ἀρότροις τὰς ἀρούρας, εἶτα ἐγκατακρύπτειν αὐταῖς τὸ δοκοῦν, καὶ σιδήρῳ πάλιν ἀποκείρειν τελεσφορηθὲν διὰ τοῦ Θεοῦ. Καὶ θαυμά ζεις μὲν τὸ τηνικάδε τὴν γῆν, ὡς καρπῶν ἀγαθῶν μητέρα, ὡς ἄριστά σοι περὶ τὸν τῶν ἀναγκαίων ὑπηρετοῦσαν ἐκπορισμόν· ἐπαινεῖς δὲ, ὡς εἰκὸς, καὶ τοῦ σιδήρου τὴν χρείαν. Πῶς οὖν ἀδικῶν οὐκ ἐρυθριᾷς τὰ δι' ὧν ἦν σοι τὰ ζωαρκῆ; Τὸν μὲν γὰρ ἐτίθης ἀνδροκτόνον, τὴν δὲ τοῖς ἀθώοις κατεφοίνιξας αἵμασι. Πῶς οὖν ἔτι καρπῶν σοι γενέσθαι μητέρα παρακαλεῖς, ἢν ἀφειδήσας ἠδίκεις; Πῶς τὸν λαμπρὸν ἐπαφήσῃς σίδηρον, ὃν παρατρέψας τῆς αὐτῷ πρεπούσης χρείας, ἀνδροφόνον εἰργάσω; Πῶς δ' ἂν ὅλως, εἰπέ μοι, τὰ εἰκότα φρονῶν, καὶ κατάρδεσθαί σοι τοῖς ἐτησίοις παρὰ Θεοῦ νάμασιν ἐξαιτήσῃς τὴν ἄρουραν, ἐπ' οὐδενὶ μὲν τῶν ἀγαθῶν τοῖς περὶ ποταμίοις ἐνιζάνων δόναξιν, οὐκ ἐπὶ θήραν δὲ τῶν ἐν τοῖς ὕδασι περιερέτ των τὸ σκάφος· πλεονεξίαν δὲ ἔχων μᾶλλον τὸ ἐπι τήδευμα, ἀδίκοις τε καταμολύνων αἵμασι τὸ θεοδώ ρητον νάμα, καὶ θηρσὶ ἐνύδροις τὸν συγγενῆ χαριζό μενος ἄνθρωπον; Εἶτα ποίας, εἰπέ μοι, χεῖρας ἀνα τενῇς τῷ Θεῷ; τί δὲ ὅλως ἐρῇς προσευχόμενος, ἢ πῶς αἰτήσῃς τὰ ἀγαθὰ, τοῦ Θεοῦ λέγοντος δι' ἑνὸς τῶν προφητῶν· "Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ χεῖρες γὰρ ὑμῶν αἵματος πλήρεις;" Ὁ δὲ λόγον οὐδένα τῶν παρ' αὐτοῦ ποιησάμενος νόμων, ποίας ἔτι φροντίδος ἀξιωθήσηται; "Τοὺς δὲ δοξάζοντάς με δοξάσω, φησὶν ὁ Σωτὴρ, καὶ ὁ ἐξουδενῶν με, ἐξουδενωθήσεται." Η τοίνυν ὑπόθες αὐτῷ τὸν αὐ 77.564 χένα, καὶ ἀνταπαίτει τὴν τιμὴν, καὶ τὴν ἐφ' ἅπασι τοῖς ἀναγκαίοις πλουσίαν ἐπίδοσιν, ἢ τῆς ζεύγλης οὐκ ἀνεχόμενος, καὶ καρτέρει κολαζόμενος. Εἰ γὰρ χρή τι πρὸς τούτοις εἰπεῖν, τὸ μεθύειν ἐν ἀγαθοῖς καὶ περιχεῖσθαι τοῖς κατ' εὐχήν, ἐσθ' ὅτε τῆς τοσαύ της σοι γέγονεν ἀσεβείας πρόξενον. Τοιοῦτον γάρ τί φησι καὶ ὁ πάντων ∆εσπότης Θεός· "Καὶ ἐνεπλή σθησαν εἰς πλησμονὴν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν. Ἔνεκεν τούτου ἐπελάθοντό μου." Καὶ γὰρ δὴ