Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
τοῦτον τὸν τρόπον. Ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προῆλθεν ὁ Υἱὸς, οὐ καθάπερ τὰ κτίσματα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθὼν, ἢ ἔξωθέν ποθεν τὴν τοῦ εἶναι σύστασιν ἔχων, ἀλλ' ἔστι τῆς τοῦ γεννήσαντος οὐσίας τὸ ἴδιον· ὥσπερ οὖν ἐκ φωτὸς ἀπαύγασμα, ἢ καὶ ἀπό τινος πηγῆς ἐκβαίνει ποταμός. Ἔστιν οὖν τοῖς ὁρῶσι τὸν Υἱὸν, τὴν τοῦ Πατρὸς οὐσίαν ὁρᾷν, καὶ τὸ τοῦ γεννήσαντος ἴδιον ἀπὸ τούτου νοεῖν. Ὅτιπερ ἐπειδὴ σύμπαν τὸ εἶναι τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας πρόεισιν, οὕτως ἐστὶν ἐν Πατρὶ, καὶ πάλιν ἐκ τῶν ἐναντίων, ὁ Πατήρ ἐστιν ἐν Υἱῷ, ἐπειδήπερ ὅπερ ἐστὶν αὐτὸς φύσει, τοῦτο καὶ ὁ ἐξ αὐτοῦ προελθὼν Θεὸς Λόγος. Φαίνεται δὲ καὶ ἔστιν ἐν Υἱῷ, ὥσπερ οὖν καὶ ἐν τῷ παρ' αὐτοῦ προελθόντι ἀπαυγάσματι ὁ ἥλιος, καὶ ἐν τῷ λόγῳ ὁ νοῦς, καὶ ἐν τῷ ποταμῷ ἡ τοῦτον ἀναβλύζουσα πηγή. Τὸ γὰρ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας ἐν Υἱῷ κείμενον, καὶ τῆς θεότητος, ἵν' οὕτως εἴπω, τὸ εἶδος δεικνύει πᾶσιν αὐτὸν ἐν αὐτῷ. Ἐπιτηρῆσαι δὲ χρὴ καὶ ἀναγκαίως εἰδέναι ὅτιπερ οὐ τῆς τυχούσης οἰκονομίας ἕνεκα τὴν τοιαύτην ὁ Σωτὴρ εἴρηκε φωνήν. Ἐπειδὴ γὰρ τὴν ταυτότητα τῆς φύσεως ἣν ἕχει πρὸς τὸν γεννήσαντα, δεῖξαι βουληθεὶς, εἶπεν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἵνα μή τις τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν ὑπολάβῃ, μόνοις ὀνόμασι διαστελλομένους εἰς δυάδα, ὄντας δὲ οὐχ οὕτως ἐν ὑποστάσει, ἀναγκαίως ἐπεξηγούμενος ὅπερ εἴρηκε, καὶ σαφέστερον τοῖς ἀκροωμένοις αὐτὸ καθιστῶν, ἐπιφέρει τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἵνα διὰ μὲν τοῦ, τοῦτον ἐν ἐκείνῳ, κἀκεῖνον ἐν τούτῳ φαίνεσθαι, τὴν ταυτότητα τῆς θεότητος καὶ τῆς οὐσίας τὴν ἑνότητα δείξῃ· διὰ δὲ τοῦ ἕτερον ἐν ἑτέρῳ εἶναι, μὴ ἕν τι ὂν ἐν ἀριθμῷ νοηθῇ, ὃ ποτὲ μὲν Πατὴρ, ποτὲ δὲ Υἱὸς λέγεται ἀλλ' ὄντως ὑφεστῶτα Πατέρα, καὶ ὑφεστῶτα Υἱὸν ἐναργέστερον ἀποδείξῃ. ΑΛΛΟ. Ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν μέν εἰσι κατὰ φύσιν, δύο δὲ ἐν ἀριθμῷ, οὐχ ὡς ἑνός τινος εἰς δύο καταδιαιρεθέντος μέρη, ὡς εἶναι λοιπὸν τῆς πρὸς ἄλληλα κοινωνίας τε καὶ σχέσεως ἀμέτοχα, οὔτε μὴν ὡς τοῦ αὐτοῦ καὶ ἑνὸς διττοῖς ὀνόμασιν ἀποκαλουμένου, ἵνα ἐν μόνῃ προσηγορίᾳ φαίνηται τῆς δυάδος ἡ δύναμις· οὐδὲ ὡς τοῦ αὐτοῦ ποτὲ μὲν Πατρὸς, ποτὲ δὲ Υἱοῦ λεγομένου, τοῦτο γὰρ Σαβελλίου τὸ δόγμα, ἀλλ' εἰσὶ μὲν ἀριθμῷ δύο· ἔστι γὰρ ὁ Πατὴρ ἀεὶ Πατὴρ, οὐδέ ποτε εἰς Υἱὸν μεταποιούμενος· καὶ πάλιν, ὁ Υἱὸς οὐδέποτε εἰς Πατέρα μεταβαλλόμενος. Οὕτω δὲ ὄντος τοῦ πράγματος, καὶ ἐν δυάδι κειμένου τοῦ ἀριθμοῦ, μία φύσις ἀμφοτέροις καὶ ἡ αὐτὴ θεότης, ἐοικότος ἀεὶ τοῦ γεννήματος τῷ γεγεννηκότι φυσικῶς. Εἰκὼν γάρ ἐστι, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τῆς ὑποστά 75.184 σεως τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱός. Οὕτω γὰρ ἕνα φαμὲν εἶναι Θεὸν διὰ τὴν ταυτότητα τῆς φύσεως Πατρὸς πρὸς Υἱὸν, καὶ Υἱοῦ πρὸς Πατέρα. ΑΛΛΟ. Ὥσπερ τὸ ἐκ τοῦ ἡλίου πεμπόμενον ἀπαύγασμα οὐκ ἄν τις εἴποι κατὰ φύσιν ἕτερον εἶναι φῶς παρ' ἐκεῖνον, ἢ κατὰ μετουσίαν τινὰ καὶ σχέσιν τὴν ἐξ αὐτοῦ τοιοῦτο γίνεσθαι, ἀλλ' ὄντως φύσει προϊὸν ἐξ αὐτοῦ, καὶ δύο μὲν ταῦτα φῶτα κατ' ἐπίνοιαν ὁρᾶται, ἓν δέ εἰσι κατὰ φύσιν· οὕτως οὐκ ἄν τις εὐλόγως, εἰ καὶ εἰς δυάδα τέμνοιτο Πατρός τε καὶ Υἱοῦ ὁ ἀριθμὸς, ἕτερόν τι παρὰ τὸν Πατέρα ἐρεῖ τὸν Υἱὸν, ὅσον εἰς τὴν θεότητα καὶ τὴν ταυτότητα τῆς οὐσίας. Ἀλλ' ὥσπερ ὁ ἥλιος ἐν τῷ ἀπαυγάσματί ἐστι τῷ ἐξ αὐτοῦ προελθόντι, καὶ τὸ ἀπαύγασμα ἐν τῷ ἡλίῳ ἀφ' οὗ καὶ ἐξῆλθεν, οὕτως ἐστὶ Πατὴρ ἐν Υἱῷ, καὶ Υἱὸς ἐν Πατρὶ, ἀριθμῷ μὲν εἰς δυάδα τεμνόμενοι, καὶ ὄντες οὕτως ἐν ὑποστάσει, τῇ δὲ ταυτότητι τῆς φύσεως εἰς μίαν σφιγγόμενοι θεότητα. ΑΛΛΟ. Εἴ τις ἀκριβῶς ἐξετάσαι τὴν θείαν Γραφὴν, εὑρήσει τοσούτοις ὀνόμασιν ἀποκαλούμενον τὸν Υἱὸν, ὅσοισπερ ἂν ἴδοι καὶ τὸν Πατέρα, δίχα μόνον τοῦ λέγεσθαι Πατέρα· καὶ πάλιν ἐπὶ Πατρὸς τὴν ἴσην ἀντιστροφὴν, τοσούτοις ὀνόμασιν ἀποκαλούμενον αὐτὸν, ὅσοις καὶ ὁ Υἱὸς, δίχα μόνον τοῦ λέγεσθαι Υἱόν. Ἥξει δὲ ἡμῖν καὶ δι' ἐναργῶν ἀποδείξεων ὁ λόγος. Παντοκράτωρ ὁ Πατὴρ, φέρεται καὶ ἐφ' Υἱοῦ· Τάδε λέγει ὁ ἦν, ὁ ἐρχόμενος, ὁ παντοκράτωρ. Κύριος ὁ Πατὴρ, καὶ Εἷς Κύριος. Ἰησοῦς Χριστός. Φῶς ὁ Πατὴρ, λέγει καὶ ὁ Υἱός· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὁ Πατὴρ ἀφίησιν ἁμαρτίας·