57
κατὰ τὸ τῆς συγγε νείας εἰκὸς παρὰ πάντα τὸν βίον τὴν κηδεμονίαν ἡμῶν ἐπεδείξω, καὶ τὴν πόλιν νῦν ἡμῶν ἕνεκεν ἀγαπᾶν, ἀλλὰ μὴ δι' ἡμᾶς ἀλλοτριοῦν σαυτὸν τῆς πόλεως. 59.2 Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τις κοινωνία Πνεύματος, εἴ τι σπλάγχνα καὶ οἰκτιρμοί, πλήρωσον ἡμῶν τὴν εὐχήν· ἐνταῦθα στῆσον τὰ κατηφῆ, ἀρχήν τινα δὸς τοῖς φαιδροτέροις πρὸς τὸ ἑξῆς, αὐτὸς τοῖς ἄλλοις καθηγού μενος ἐπὶ τὰ βέλτιστα, ἀλλ' οὐχὶ ἀκολουθῶν ἑτέρῳ ἐφ' ἃ μὴ δεῖ. Καὶ γὰρ οὐδὲ σώματος χαρακτὴρ ἴδιος οὕτω τινὸς ἐνομίσθη ὡς τῆς σῆς ψυχῆς τὸ εἰρηνικόν τε καὶ ἥμερον. Πρέποι δ' ἂν οὖν τῷ τοιούτῳ τοὺς ἄλλους ἕλκειν πρὸς ἑαυτὸν καὶ παρέχειν πᾶσι τοῖς ἐγγίζουσί σοι, ὥσπερ μύρου τινὸς εὐωδίας, τῆς τοῦ σοῦ τρόπου χρηστότητος ἀναπίμπλασθαι. Καὶ γὰρ εἴ τι καὶ ἀντιτεῖνόν ἐστι νῦν, ἀλλὰ μικρὸν ὕστερον καὶ αὐτὸ τὸ τῆς εἰρήνης ἀγαθὸν ἐπιγνώ σεται. Ἕως δ' ἂν ἐκ τῆς διαστάσεως αἱ διαβολαὶ χώραν ἔχωσιν, ἀνάγκη ἀεὶ τὰς ὑποψίας ἐπὶ τὸ χεῖρον συναύ ξεσθαι. Ἔστι μὲν οὖν οὐδ' ἐκείνοις πρέπον ἀμελεῖν ἡμῶν, πάντων δὲ πλέον τῇ τιμιότητί σου. Καὶ γὰρ εἰ μὲν ἁμαρ τάνομέν τι, βελτίους ἐσόμεθα νουθετούμενοι. Τοῦτο δὲ ἄνευ συντυχίας ἀμήχανον. Εἰ δὲ οὐδὲν ἀδικοῦμεν, ἀντὶ τίνος μισούμεθα; Ταῦτα μὲν οὖν τὰ τῆς ἰδίας ἐμαυτοῦ δικαιολογίας προΐσχομαι. 59.3 Ἃ δ' ἂν ὑπὲρ ἑαυτῶν αἱ Ἐκκλησίαι εἴποιεν, οὐκ εἰς καλὸν τῆς διαστάσεως ἡμῶν ἀπολαύουσαι, βέλτιον μὲν σιωπᾶν. Οὐ γὰρ ἵνα λυπήσω τοῖς λόγοις κέχρημαι, ἀλλ' ἵνα παύσω τὰ λυπηρά. Τὴν δὲ σὴν σύνεσιν πάντως οὐδὲν διαπέφευγεν, ἀλλὰ πολλῷ μείζω καὶ τελειότερα ὧν ἡμεῖς νοοῦμεν αὐτὸς ἂν ἐξεύροις τῇ διανοίᾳ καὶ ἄλλοις εἴποις, ὅς γε καὶ εἶδες πρὸ ἡμῶν τὰς βλάβας τῶν Ἐκκλησιῶν καὶ λυπῇ μᾶλλον ἡμῶν, πάλαι δεδιδαγμένος παρὰ τοῦ Κυρίου μηδενὸς τῶν ἐλαχίστων καταφρονεῖν. Νυνὶ δὲ ἡ βλάβη οὐκ εἰς ἕνα ἢ δεύτερον περιορίζεται, ἀλλὰ πόλεις ὅλαι καὶ δῆμοι τῶν ἡμετέρων παραπολαύουσι συμφορῶν. Τὴν γὰρ ἐπὶ τῆς ὑπερορίας φήμην τί χρὴ καὶ λέγειν ὁποία τις ἔσται περὶ ἡμῶν; Πρέποι οὖν ἂν τῇ σῇ μεγαλοψυχίᾳ τὸ μὲν φιλόνεικον ἑτέροις παραχωρεῖν, μᾶλλον δὲ κἀκείνων ἐξε λεῖν τῆς ψυχῆς, εἴπερ οἷόν τε, αὐτὸν δὲ δι' ἀνεξικακίας νικῆσαι τὰ λυπηρά. Τὸ μὲν γὰρ ἀμύνεσθαι παντός ἐστι τοῦ ὀργιζομένου. Τὸ δὲ καὶ αὐτῆς τῆς ὀργῆς ὑψηλότερον εἶναι, τοῦτο δὲ μόνου σοῦ καὶ εἴ τίς σοι τὴν ἀρετὴν παρα πλήσιος. Ἐκεῖνο δὲ οὐκ ἐρῶ, ὅτι ὁ ἡμῖν χαλεπαίνων εἰς τοὺς μηδὲν ἀδικήσαντας τὴν ὀργὴν ἐπαφίησιν. Εἴτε οὖν παρουσίᾳ, εἴτε γράμματι, εἴτε κλήσει τῇ πρὸς ἑαυτόν, εἴτε ᾧπερ ἂν ἐθέλοις τρόπῳ, παραμύθησαι ἡμῶν τὴν ψυχήν. Ἡμῖν μὲν γὰρ εὐχὴ ἐπὶ τῆς Ἐκκλησίας φανῆναι τὴν θεοσέβειάν σου, καὶ ἡμᾶς τε ὁμοῦ καὶ τὸν λαὸν θερα πεῦσαι αὐτῇ τε τῇ ὄψει καὶ τοῖς λόγοις τῆς χάριτός σου. Ἐὰν μὲν οὖν τοῦτο ᾖ δυνατόν, τοῦτο κράτιστον· ἐὰν δέ τι ἕτερον δόξῃ, κἀκεῖνο δεξόμεθα. Μόνον γνωρίσαι ἡμῖν τὸ παριστάμενον τῇ φρονήσει σου παρακλήθητι.
60.τ ΓΡΗΓΟΡΙΩ ΘΕΙΩ
60.1 Καὶ πρότερον ἡδέως εἶδον τὸν ἀδελφόν μου (τί γὰρ οὐκ ἔμελλον,
ἀδελφόν τε ὄντα ἐμαυτοῦ καὶ τοιοῦτον;), καὶ νῦν δὲ τῇ αὐτῇ διαθέσει προσεδεξάμην ἐπιδημήσαντα, μηδέν τι τῆς ἐμαυτοῦ στοργῆς παρατρέψας. Μηδὲ γὰρ γένοιτό τι τοιοῦτο μηδὲν ὅ με τῆς φύσεως ἐπιλαθέσθαι καὶ ἐκπολε μωθῆναι πρὸς τοὺς οἰκείους ποιήσει. Ἀλλὰ καὶ τῶν τοῦ σώματος ἀρρωστημάτων καὶ τῶν ἄλλων ἀλγεινῶν τῆς ψυχῆς παραμυθίαν ἡγησάμην εἶναι τὴν τοῦ ἀνδρὸς παρουσίαν, τοῖς τε παρὰ τῆς τιμιότητός σου δι' αὐτοῦ κομισθεῖσι γράμμασιν ὑπερήσθην· διὸ καὶ ἐκ πολλοῦ ἐπεθύμουν ἐλθεῖν, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ μὴ καὶ ἡμᾶς τι σκυθρωπὸν διήγημα τῷ βίῳ προσθεῖναι, ὡς ἄρα τις εἴη τοῖς οἰκειο τάτοις πρὸς ἀλλήλους διάστασις, ἡδονὴν μὲν ἐχθροῖς παρασκευάζουσα, φίλοις δὲ συμφοράν. ἀπαρέσκουσα δὲ Θεῷ, τῷ