οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
καὶ ὄντως δεινὴ μὲν ἡ πρὸς ὄλισθον τρυφή· ἱκανὴ δὲ πρὸς τύφον ἐνεγκεῖν τὸν τῆς ἀπονοίας γεννήτορα. Πικρὸν δὲ ἀπονοίας ἔγγονον ἡ τοῦ Θεοῦ καταφρόνη σις· καταφρονήσεως δὲ τῆς ἐν τούτῳ καρπὸς, πᾶν εἶδος πλημμελημάτων. Τοιγαροῦν ὅταν σε τοῦτο πα θόντα βλέπομεν, καταθρηνήσομεν εἰκότως, καὶ προ φητικὴν ἐροῦμεν φωνὴν, τοῖς σοῖς ἀνοσιουργήμασι φιλαλλήλως ἐπιστυγνάζοντες· "Οἵμοι, ψυχὴ, ὅτι ἀπολώλεκεν εὐλαβὴς ὁ ἀπὸ τῆς γῆς καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Πάντες ἐν αἵματι δικά ζονται· ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν, ἐκθλιβῇ ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἀνέχουσιν." Ἐπὶ τούτοις ἡμῶν τοῖς πλημμελήμασιν ἀγανακτεῖ μὲν εἰκότως, ἐπασχάλλει δὲ, ὡς ὁρᾶται, Θεός. Ἰδοὺ γὰρ, ἰδοὺ τὸ διὰ τῶν προφητῶν εἰρημένον, εἰς πέρας ἡμῖν οὐχ ἅπαξ, ἀλλ' ἤδη πολλάκις, ἐκβέβηκε· "Τά ξατε γὰρ δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν, λέγει Κύριος παντοκράτωρ. Ἐσπείρατε πολλὰ, καὶ εἰσηνέγκατε ὀλίγα. Ἐφάγετε, καὶ οὐκ εἰς πλησμονήν· ἐπίνετε, καὶ οὐκ εἰς μέθην· περιεβάλεσθε, καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς. Καὶ ὁ τοὺς μισθοὺς συνάγων, συνήγαγεν εἰς δεσμὸν τετρυπημένον." Ἀλλὰ καὶ πρὸς τούτοις ἔτι φησίν· "Ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένοντο ὀλίγα. Καὶ εἰσηνέχθη εἰς τὸν οἶκον, καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος παντοκράτωρ." Ἴδωμεν γὰρ εἰ μὴ ταῦτα συμβέβηκεν ἀληθῶς. Ἐπιδεικνύτω τις τὸν χαίροντα παρελθὼν, καὶ νενίκημαι, ὀφθαλμὸν ζητείτω τὸν ἀδάκρυτον, κἂν εὕρῃ, πεπαύ σομαι. Φιλονεικεῖτε πρὸς τὸ παρὸν, οἱ τῶν Αἰγυπτίων οἰκοῦντες γηπόνοι, ἐπὶ μόνῳ τῷ παθεῖν θάτερος θα τέρου τὰ χαλεπώτερα, καὶ ὁ νικῶν ἐν ὑμῖν τῶν ἡττᾶ σθαι δοκούντων ἀθλιώτερος. Νικᾷ γὰρ ἐφ' οἷς ἀλγύ νεται, καὶ τῶν τοῦ γείτονος πόνων πλουσιωτέραν ἔχει τὴν συμφοράν. Τὰ δὲ οἷς ἦν ἔθος ὑμῖν ἐπαυχεῖν, μακροῖς ἤδη χρόνοις ἀποδημεῖ. Ἢ γὰρ οὐχὶ ταλαι πωρίας ἡμῖν ἁπάσης ἀνάμεστα καὶ δακρύων τὰ διηγήματα; Τί δὲ, εἰπέ μοι, τὰς κώμας ἔν τισιν ὁρῶμεν κειμένας; Ἡ μὲν γῆ αὐτῶν τὰς ἀπὸ χα λάζης ἐνεγκοῦσα πληγὰς, λιμῷ καὶ θρήνῳ μαραίνε ται, οὐδαμόθεν παντελῶς, κἂν γοῦν εἰς τὰ μέτρια λυπεῖσθαι, βοηθουμένη. Ἡβηκὼς μὲν γὰρ ἤδη καὶ ὑπερτενὴς ὁ στάχυς, Θεριζέτω τις ἤδη μονονουχὶ καὶ ἐφθέγγετο, καὶ ὁ μὲν ἀρόσας τὴν γῆν, ἐφέστιον ἤδη τὸν ἀμητῆρα λαβὼν, ζωννυμένῳ πρὸς ἔργον ἐτέρπετο, τάχα δὲ καὶ οὐκ ἀρκέσειν αὐτῷ τὴν ἅλω 77.565 πολλάκις διελογίζετο. Τὰ δὲ ἦν ὄναρ, ἣ σκιὰ καὶ χαλάζης ἔργον, οὐ θεριστοῦ. Ὁ δὲ περιχεῖσθαι τοῖς ἀγαθοῖς ἤδη δοκῶν, πάντων εὐθὺς ἔρημος ἦν· ἀντὶ δὲ τῶν σταχύων χαλάζῃ πλουτῶν, πολύ τι καὶ μέγα τῆς ἐλπίδος ἐσφάλλετο. Κώμη δὲ ἡ ταύτης γείτων καὶ ὅμορος ἡμερωτέραν νοσήσασα τὴν ὀργὴν, τοὺς μὲν ἐπὶ τοῖς ἀρότροις ὀδύρεται πόνους, μακρὸν δὲ καὶ πλατὺ γεωργήσασα λήϊον, πλοῦτον ἡγεῖται πρὸς τὸ παρὸν τὴν εἰς κόρον τροφὴν, μᾶλλον δὲ τὴν πολύ τι καὶ λίαν ἀποδέουσαν κόρου. δʹ. Τίς οὖν ἡ τούτων κατασκεψώμεθα αἰτία, εἰδῶ μεν ἀπὸ τῆς θείας Γραφῆς. Οὐκοῦν ἐρεῖ πάλιν ἡμῖν ὁ πάντων ἔχων τὴν ἐξουσίαν· "Αἱ ὁδοί σου, καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρὰ, ὅτι ἥψατο ἕως τῆς καρδίας σου." Ἀκολουθεῖ γὰρ τοῖς πλημμελήμασιν ἐκτόπως, τὸ χρῆναι δικαίως κολάζεσθαι, καὶ ταῖς παρ' ἡμῖν ἀπο νοίαις ἰσοστατεῖν ἀνάγκη τὴν δίκην. Ἀποπαυσώμεθα τοίνυν παντὸς ἀνοσίου τολμήματος· "Συγκόψωμεν, καθὼς γέγραπται, τὰς ῥομφαίας εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα·" καὶ, ὥς φησιν ὁ Μελῳδὸς, "∆εῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ," καὶ δεδακρυμένοι λέγωμεν· "Ἡμάρτομεν, ἠνομίσα μεν, ἠδικήσαμεν." Τότε γὰρ, τότε καὶ ἵλεως ἔσται Θεός· καὶ ἀποστήσει μὲν τὴν ὀργὴν, εὑρήσει δὲ πάλιν ἡ γῆ, καὶ δώροις ἡμᾶς τοῖς κατὰ συνήθειαν