Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ποιεῖ τοῦτο καὶ ὁ Υἱός· Ἵνα γὰρ, φησὶν, εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας. Ἐπειδὴ τοίνυν πάντα πρόσεστι τῷ Υἱῷ ὅσα καὶ ἐν τῷ Πατρὶ, ἀληθεύων λέγει· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Καὶ πάλιν πρὸς τὸν ἑαυτοῦ Πατέρα τοὺς λόγους ποιούμενος φάσκει· Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά. Εἰ τοίνυν ὅσα πρόσεστι τῷ Πατρὶ, ταῦτα καὶ τῷ Υἱῷ· καὶ πάλιν, ὅσα πρόσεστι τῷ Υἱῷ, ταῦτα καὶ τῷ Πατρὶ, οὐ ψεύδεται λέγων· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· τῆς τῶν προσόντων ταυτότητος ἐν τῇ δυάδι φαινομένης ἀπαραλλάκτως. Ἐπειδὴ δὲ τοῦτο ἀληθὲς, ἴδιον ἂν εἴη γέννημα τοῦ Πατρὸς ὁ Υἱός· οὐ γὰρ ἂν ἐφόρεσε κατὰ φύσιν τὰ τοῦ γεννήσαντος, οὐκ ὢν ἐξ αὐτοῦ, οὐδ' αὖ προσῆν τῷ Πατρὶ τὰ τοῦ γεννήματος, εἰ μὴ τῆς οὐσίας αὐτοῦ ἴδιον ὑπῆρχε τὸ γεννηθέν. Ἄλλως ὡς ἐξ ὑποδείγματος. Ὥσπερ ἂν εἴ τις εἰς εἰκόνα διαγεγραμμένην ἄριστα βλέποι, καὶ ἀποθαυμάζοι μὲν τὸ τοῦ βασιλέως σχῆμα, καὶ ὅσαπερ ἐν ἐκείνῳ φαίνεται, ταῦτα καὶ ἐν τῇ γραφῇ δυνάμενός τε καὶ ἔχων ὁρᾷν, εἰς ἐπιθυμίαν ἔλθοι τοῦ καὶ αὐτὸν ἰδεῖν τὸν βασιλέα· εἴποι δ' ἂν εἰκότως πρὸς αὐτὸν ἡ γραφή· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν βασιλέα, καὶ πάλιν· Ἐγὼ καὶ ὁ βασιλεὺς 75.185 ἕν ἐσμεν, ὅσον εἰς ὁμοιότητα καὶ ἀκριβεστάτην ἐμφέρειαν, καὶ πάλιν· Ἐγὼ ἐν τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς ἐν ἐμοὶ, κατὰ τὸ τῆς μορφῆς σχῆμα (τὸ γὰρ εἶδος τὸ ἐκείνου πάντως φορεῖ ἡ γραφὴ, καὶ τὸ τῆς γραφῆς εἶδος ἐν ἐκείνῳ πάντως σώζεται)· οὕτως ἐστὶ καὶ ὁ Υἱὸς λέγων· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Κἀγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Τὸ γὰρ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας ἀπαραλλάκτως ἔχων ὁ Υἱὸς, εἰκών ἐστι τοῦ Πατρὸς ἀκριβὴς, καὶ μορφὴ τοῦ γεννήσαντος, ὅλον ἐν ἑαυτῇ δεικνύουσα τὸν γεγεννηκότα. Οὕτω γὰρ νοήσεις καὶ τὸ παρὰ τῷ Παύλῳ κείμενον· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἴσος γὰρ ἦν τῷ Θεῷ ὅλος ὢν Θεὸς, ὥσπερ καὶ ὁ Πατήρ· οὕτως ἦν ἐν Χριστῷ κόσμον ἑαυτῷ καταλλάττων ὁ Θεός· οὕτως ἅπερ ἐργάζεται ὁ Υἱὸς, τοῦ Πατρός ἐστιν ἔργα. Οὐδεμιᾶς γὰρ ἐν αὐτοῖς οὔσης διαφορᾶς ὅσον εἰς θεότητα καὶ φύσιν, τὸ κωλύον οὐδὲν ἔργα τοῦ Πατρὸς λέγεσθαι τὰ τοῦ Υἱοῦ, καὶ τὸ ἀντικείμενον. ΑΛΛΟ. Εἰ πάντα ὅσα πρόσεστιν ἐξαίρετα τῷ Πατρὶ, ταῦτα προσόντα καὶ τῷ Υἱῷ φαίνεται, οὐ κατὰ χάριν ἐπιγεγονότα, οὐδὲ κατά τινα μετοχὴν, ἀλλὰ φυσικῶς, ὥσπερ καὶ τῷ γεγεννηκότι, καὶ τὸ μεσολαβοῦν οὐδὲν, ἢ τὸ μερίζον εἰς ἀνομοιότητα, δῆλον ἂν εἴη καὶ παντί τῳ σαφὲς, ὅτιπερ αὐτὸ τῆς πατρικῆς οὐσίας τὸ ἴδιον ὑπάρχων ὁ Υἱὸς, ὅλον ἐν ἑαυτῷ φορεῖ τὸν Πατέρα· καὶ ὅλος ἐστὶν ἐν Πατρὶ κατὰ τὴν ταυτότητα τῆς οὐσίας· καὶ διά τοι τοῦτο καλῶς τε καὶ ἀκολούθως ἐρεῖ· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. ∆ιὰ γὰρ τοῦ μηδὲν αὐτῷ παραλελεῖφθαι τῶν ὅσα πρόσεστι τῷ Πατρὶ, τοιοῦτος ἔσται πάντως ὁποῖος ἂν εἴη καὶ ὁ γεννήσας αὐτόν. ΑΛΛΟ. Πατὴρ καλεῖται Θεὸς, συνεισφερομένης αὐτῷ πάντως τῆς ὑπάρξεως τοῦ Υἱοῦ· οὐ γὰρ ἂν εἴη Πατὴρ, οὐκ ἔχων τὸν ἐξ ἑαυτοῦ προελθόντα Λόγον. Καὶ πάλιν ἡ τοῦ Υἱοῦ προσηγορία συνεισάγει πάντως τὴν τοῦ Πατρὸς ὕπαρξιν. Τοῦτο γὰρ ὡς πρὸς ἐκεῖνο σημαίνεται. Εἰ τοίνυν ἀναγκαίως θάτερόν ἐστιν ἐν θατέρῳ, καὶ Πατὴρ μὲν σημαίνεται μετὰ τοῦ ἰδίου γεννήματος· Υἱὸς δὲ πάντως μετὰ τοῦ γεννήσαντος αὐτὸν, προσαληθεύει, λέγων· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. ΑΛΛΟ. Εἰ πᾶς ὁ πιστεύων εἰς τὸν Υἱὸν, εἰς τὸν Πατέρα πιστεύει, καὶ ὁ τιμῶν τὸν Υἱὸν, τιμᾷ τὸν Πατέρα, καὶ πάλιν, ὁ προσκυνῶν τῷ Πατρὶ, προσκυνεῖ τῷ Υἱῷ, πῶς οὐχ οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ὢν ἐν τούτῳ δειχθήσεται κατὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον; ∆ιὰ γὰρ τοῦτο καὶ μία προσκύνησις ἡ ἐν Υἱῷ καὶ Πατρὶ γινομένη σὺν ἁγίῳ Πνεύματι, καὶ εἷς Θεὸς παρὰ πάντων ὁμολογεῖται, καὶ ἔστιν, ὡς οὐδεμιᾶς μεταξὺ κειμένης διαφορᾶς Πατρός τε καὶ Υἱοῦ, ἀλλ' ἐν ταυτό 75.188 τητι τῆς οὐσίας ὄντων καὶ οὐδὲν ἐχόντων ὃ τῆς φυσικῆς ἰδιότητος ἀποτέμνει τὸν ἕτερον. ΑΛΛΟ. ∆όγμα, ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων. Ὁ Πατὴρ, φασὶν, ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱός ἐστιν ἐν τῷ Πατρὶ, κατὰ τόδε τὸ σχῆμα. Ἐπειδὴ γὰρ κατὰ οὐδένα τρόπον