58
ἐν τῇ τελείᾳ ἀγάπῃ τὸν χαρακτῆρα τῶν ἑαυτοῦ μαθητῶν θεμένῳ. ∆ιὸ καὶ ἀντιφθέγγομαι ἀναγκαίως εὔχεσθαι ὑπὲρ ἡμῶν παρακαλῶν καὶ τὰ ἄλλα κήδεσθαι ὡς οἰκείων. Τὸν δὲ νοῦν τῶν γινομένων ἐπειδὴ αὐτοὶ ὑπὸ ἀμαθίας συνεῖναι οὐκ ἔχομεν, ἐκεῖνον ἐκρίναμεν ἀληθῆ εἶναι νομίζειν ὃν ἂν αὐτὸς ἡμῖν ἐξηγήσασθαι καταξιώσῃς. Ἀνάγκη δὲ καὶ τὰ λειπόμενα παρὰ τῆς σῆς μεγαλονοίας ὁρισθῆναι, τὴν συντυχίαν ἡμῶν τὴν πρὸς ἀλλήλους καὶ καιρὸν τὸν πρέποντα καὶ τόπον ἐπιτήδειον. Εἴπερ οὖν ὅλως ἀνέχεται καταβῆναι πρὸς τὴν ταπείνωσιν ἡμῶν ἡ σεμνότης σου καὶ λόγου τινὸς μεταδοῦναι ἡμῖν, εἴτε μετ' ἄλλων, εἴτε κατὰ σεαυτὸν βούλει γενέσθαι τὴν συντυχίαν, ὑπακουσό μεθα, τοῦτο ἅπαξ ἑαυτοῖς συμβουλεύσαντες, δουλεύειν σοι ἐν ἀγάπῃ καὶ ποιεῖν ἐκ παντὸς τρόπου τὰ εἰς δόξαν Θεοῦ παρὰ τῆς εὐλαβείας σου ἡμῖν γραφόμενα. Τὸν δὲ αἰδεσι μώτατον ἀδελφὸν οὐδὲν ἠναγκάσαμεν ἀπὸ γλώττης εἰπεῖν ἡμῖν, διότι οὔτε πρότερον μεμαρτυρημένον εἶχε τὸν λόγον ὑπὸ τῶν ἔργων.
61.τ ΑΘΑΝΑΣΙΩ ΕΠΙΣΚΟΠΩ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ
61.1 Ἐνέτυχον τοῖς γράμμασι τῆς ὁσιότητός σου, δι' ὧν τοῦ ἡγεμόνος τῆς
Λιβύης, τοῦ δυσωνύμου ἀνδρός, κατεστέ ναξας. Καὶ ὠδυράμεθα μὲν τὴν ἑαυτῶν πατρίδα, ὅτι τοιού των κακῶν μήτηρ ἐστὶ καὶ τροφός. Ὠδυράμεθα δὲ καὶ τὴν γείτονα τῆς ὑμετέρας Λιβύην, τῶν ἡμετέρων κακῶν ἀπο λαύουσαν καὶ θηριώδει ἤθει παραδοθεῖσαν ἀνδρὸς ὠμότητί τε ὁμοῦ καὶ ἀκολασίᾳ συζῶντος. Τοῦτο ἦν ἄρα τοῦ Ἐκκλη σιαστοῦ τὸ σοφόν· «Οὐαί σοι πόλις ἧς ὁ βασιλεύς σου νεώτερος (ἐνταῦθα δέ ἐστί τι καὶ χαλεπώτερον) καὶ οἱ ἄρχοντές σου οὐκ ἀπὸ νυκτὸς ἐσθίουσιν», ἀλλὰ μεσούσης τῆς ἡμέρας ἀκολασταίνουσι, βοσκημάτων ἀλογώτερον ἀλλοτρίοις γάμοις ἐπιμαινόμενοι. Ἐκεῖνον μὲν οὖν αἱ μάστιγες μένουσι παρὰ τοῦ δικαίου Κριτοῦ, τῷ ἴσῳ μέτρῳ ἀντιμετρηθησόμεναι ἃς αὐτὸς προλαβὼν ἐπέθηκε τοῖς ἁγίοις αὐτοῦ. Ἐγνωρίσθη δὲ καὶ τῇ Ἐκκλησίᾳ ἡμῶν ἐκ τῶν γραμμάτων τῆς σῆς θεοσεβείας, καὶ ἀποτρόπαιον αὐτὸν πάντες ἡγήσονται, μὴ πυρός, μὴ ὕδατος, μὴ σκέπης αὐτῷ κοινωνοῦντες, εἴπερ τι ὄφελος τοῖς οὕτω κεκρατημένοις κοινῆς καὶ ὁμοψήφου καταγνώσεως. Ἀρκοῦσα δὲ αὐτῷ στήλη καὶ αὐτὰ τὰ γράμματα ἀναγινωσκόμενα πανταχοῦ. Οὐ γὰρ διαλείψομεν πᾶσιν αὐτοῦ καὶ οἰκείοις καὶ φίλοις καὶ ξένοις ἐπιδεικνύντες. Πάντως δέ, κἂν μὴ ἅψωνται αὐτοῦ παραχρῆμα τὰ ἐπιτίμια, ὥσπερ τοῦ Φαραώ, ἀλλ' εἰς ὕστερόν ποτε βαρεῖαν αὐτῷ καὶ ἀλγεινὴν τὴν ἀνάδοσιν οἴσει.
62.τ ΤΗ ΕΚΚΛΗΣΙΑ ΠΑΡΝΑΣΣΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ
62.1 Καὶ ἔθει ἑπόμενοι παλαιῷ ἐκ μακρᾶς τῆς ἀκολουθίας κεκρατηκότι καὶ
τὸν καρπὸν τοῦ Πνεύματος, τὴν κατὰ Θεὸν ἀγάπην, ὑμῖν ἐπιδεικνύμενοι, διὰ τοῦ γράμματος τὴν εὐλάβειαν ὑμῶν ἐπισκεπτόμεθα, κοινωνοῦντες ὑμῖν τῆς τε ἐπὶ τῷ συμβάντι λύπης καὶ τῆς φροντίδος τῶν ἐν χερσίν. Ὑπὲρ μὲν οὖν τῶν λυπηρῶν τοσοῦτον λέγομεν ὅτι καιρὸς ἡμῖν ἀποβλέψαι πρὸς τὰ τοῦ Ἀποστόλου παραγγέλματα καὶ μὴ λυπεῖσθαι «Ὡς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα», οὐ μὴν οὐδ' ἀπαθῶς ἔχειν πρὸς τὸ συμβάν, ἀλλὰ τῆς μὲν ζημίας αἰσθάνεσθαι, ὑπὸ δὲ τῆς λύπης μὴ κατα πίπτειν, τὸν μὲν ποιμένα τοῦ τέλους μακαρίζοντας, ὡς ἐν γήρει πίονι τὴν ζωὴν καταλύσαντα καὶ ταῖς μεγίσταις παρὰ τοῦ Κυρίου τιμαῖς ἐναναπαυσάμενον. Περὶ δὲ τῶν λοιπῶν ἐκεῖνα παραινεῖν ἔχομεν, ὅτι προσήκει, πᾶσαν ἀπο θεμένους κατήφειαν, ἑαυτῶν γενέσθαι καὶ πρὸς τὴν ἀναγ καίαν πρόνοιαν τῆς Ἐκκλησίας διαναστῆναι, ὅπως ἂν ὁ ἅγιος Θεὸς ἐπιμεληθῇ τοῦ ἰδίου