οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
εὐφρανεῖ. "Οὐ γὰρ ἔχομεν ἀρχιερέα, μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀνομίαις ἡμῶν," κατὰ τὴν τοῦ Παύλου φωνήν· "πεπειρασμένον δὲ καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας." Ὅτι γὰρ ἔνεστι προχείρως ἐποι κτείρειν ἐθέλειν τῷ Μονογενεῖ, πόνου μὲν οἶμαι δεήσειν ἐμοὶ πρὸς τὸ δύνασθαι πείθειν οὐδενός· ἑτοι μότατα δὲ καὶ ὑμᾶς συγκατανεύειν ὑπολαμβάνειν, τῆς εἰς ἡμᾶς ἀγαπήσεως περιαθροῦντας τὸ μέτρον, καὶ ὧν δι' ἡμᾶς ὑπέμεινεν ἐννοῦντας τὸ μέγεθος. Ἐπειδὴ γὰρ ἦμεν ἅπαντες οἱ τόνδε τὸν περίγειον οἰκοῦντες χῶρον, ἀνανταγωνίστῳ πλεονεξίᾳ τῇ τοῦ τυραννήσαντος δαίμονος, ἰχθύων δίκην σεσαγηνευμέ νοι πρὸς ὄλεθρον καὶ ἀπώλειαν, γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, ἵνα πάντας ἐξέληται, "καὶ κηρύξῃ μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, ὡς αὐτός πού φησι, καλέσῃ δὲ πρὸς τοῦτο καὶ ἐνιαυτὸν Κυρίου δεκτόν." Οὐκοῦν ἐλεήμων ὁ Μονογενὴς, εἰ καὶ τῆς οἰκονομίας τὸν τρόπον οὐ συνιέντες οἱ Ἰουδαῖοι το σοῦτον ἀπέσχον τοῦ κἂν ὅλως ἐθελῆσαι τοῦτον λαβεῖν, ὡς ποτὲ μὲν ὑβρίζοντας καὶ Σαμαρείτην ἀποκαλεῖν, ποτὲ δὲ πάλιν ἀφορήτως λελυπηκότας, καὶ εἰς ξένην καταπηδῶντας μανίαν, καὶ καταλεύειν ἤδη τολμᾷν. Ἐπειδὴ δὲ θεομαχοῦντας ἐλέγχων, καὶ τῆς ἀκρίτου μανίας ἀνεπυνθάνετο παρ' αὐτῶν τὴν αἰτίαν ὁ Κύριος λέγων· "Πολλὰ καλὰ ἔδειξα ἔργα ὑμῖν παρὰ τοῦ 77.568 Πατρός μου· διὰ ποίων αὐτῶν ἔργων λιθάζετέ με;" παραληροῦντες ἔφασκον· "Περὶ καλοῦ ἔργου οὐ λι θάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν." Εἶτα, τί πρὸς αὐτοὺς ὁ Σωτήρ; "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε." Οὐ γὰρ ἐξ ὧν ὡς ἄνθρω πος τοῖς ὁρῶσιν ἐφαίνετο, δοκιμάζεσθαι τὰ καθ' ἑαυτὸν ἠξίου, ἀλλ' ἐξ ὧν ὁ Θεὸς εἰργάζετο, οὐκ ἐπακτὸν ἔχων τὸ τῆς θεότητος ἀξίωμα, καθάπερ ἡμεῖς, ὅταν ἡμᾶς λέγῃ ἡ θεία Γραφὴ θεούς· οὐσιωδῶς δὲ μᾶλλον ἐνυπάρχων αὐτῷ, ἅ τε δὴ καὶ ὄντι κατὰ φύ σιν Θεῷ, καὶ τῆς τοῦ γεννήσαντος ἰδιότητος κληρο νόμῳ. Ἔχει δὲ καὶ τὸ πάντα δύνασθαι δρᾷν, οὐ παρ' ἑτέρου λαβὼν, ἀλλ' ὡς τῶν δυνάμεων Κύριος, καὶ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος, διὰ τὴν ἀγάπην τὴν εἰς ἡμᾶς, ἀλλ' οὐκ ἀγνοήσωμεν διὰ τοῦτο τῶν ἁπάντων Κύριον, οὐδὲ τὸ κατὰ φύσιν εἶναι Θεὸν τὸν Ἐμμανουὴλ ἐκπέμψομεν, ἀλλ' οὐδὲ τοῖς Ἰουδαίοις τὰ ἴσα φρονοῦντες ἐγκαλέσομεν αὐτῷ τὴν δι' ἡμᾶς ἀνθρω πότητα· οὐδὲ ἐροῦμεν, ἀνοσίως ἀπαιτιώμενοι τὸν δι' ἡμᾶς γεγονότα καθ' ἡμᾶς χωρὶς ἁμαρτίας· Οὐκ ἄν σε προσκυνήσομεν, ἐπείπερ, ἄνθρωπος ὢν, ποιεῖς σεαυ τὸν Θεόν. Ἦν γὰρ, καὶ ἔστι, καὶ ἔσται Θεὸς κατὰ φύσιν, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκός. Ἐπιμαρτυ ρήσει δὲ καὶ ὁ Παῦλος γράφων· "Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." Ὁρᾷς πῶς οὐκ εἰς Υἱῶν δυάδα κατατεμὼν εὑρίσκεται τὸν Ἐμμανουὴλ, οὐδὲ γυμνῷ καθ' ἑαυτὸν ὄντι τυχὸν, τῷ ἐκ Θεοῦ καὶ Πατρὸς ἀπαστράψαντι Λόγῳ, τὸ ὡσαύτως ἔχειν διαπαντὸς ἀπονέμει· ἀλλ' Υἱὸν ἔνα καὶ μόνον κατὰ φύσιν εἰδὼς τὸν ἐνανθρωπήσαντα, καὶ Χριστὸν ὀνομάζει, καὶ Ἰησοῦν. Πότε γὰρ ἂν ἐπιδείξειέ τις Ἰησοῦν ἢ Χριστὸν ὀνομασθέντα τὸν Λόγον, εἰ μὴ ὅτι γέγονεν ἄνθρωπος; Ἰησοῦς μὲν γὰρ παρὰ τὸ σώζειν τὸν λαὸν, Χριστὸς δὲ πάλιν διὰ τὸ κεχρῖσθαι δι' ἡμᾶς. Οὐκοῦν οὐ γυμνὸν ἔτι πρὸ τῆς ἐνανθρωπήσεως, τὸν ἐκ Θεοῦ Πατρὸς ὄντα Λόγον, ἀλλ' ἐν σαρκὶ γεγο νότα, καὶ Ἰησοῦν καὶ Χριστὸν ἀποκαλεῖ, περὶ αὐτοῦ τέ φησιν ἐνδοιασμοῦ τινος δίχα, ὡς, "Ἦν χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." εʹ. Ἀλλ' ἴσως ἀναφανεῖταί τις τῶν ἑτεροδοξεῖν εἰωθότων, καὶ τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὸν ἰὸν ἐρευγόμενος, Οὐκ ἐν ἐσχάτοις, εἰπέ μοι, καιροῖς ἐγε νήθη Χριστὸς, ὦ οὗτος; ἀνακεκράξεται. Πῶς οὖν ἦν διαπαντὸς,