59
ποιμνίου, καὶ παράσχοιτο ὑμῖν ποιμένα κατὰ τὸ αὐτοῦ θέλημα, ποιμαίνοντα ὑμᾶς μετ' ἐπιστήμης.
63.τ ΗΓΕΜΟΝΙ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ
63.1 Τὸν σοφὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονός, κἂν μήποτ' αὐτὸν ὄσσοις
προσίδω, κρίνω φίλον», Εὐρι πίδου ἐστὶ τοῦ τραγικοῦ λόγος. Ὥστε, εἰ, μήπω τῆς κατ' ὀφθαλμοὺς ἡμῖν συντυχίας τὴν γνῶσίν σου τῆς μεγαλο φυΐας χαρισαμένης, φαμὲν εἶναι φίλοι σου καὶ συνήθεις. μὴ κολακείαν εἶναι τὸν λόγον κρίνῃς. Εἴχομεν γὰρ φήμην πρόξενον τῆς φιλίας μεγαλοφώνως τὰ σὰ πᾶσιν ἀνθρώποις συμβοῶσαν· ἀφ' οὗ μέντοι καὶ τῷ αἰδεσιμωτάτῳ Ἐλπιδίῳ συνετύχομεν, τοσοῦτόν σε ἐγνωρίσαμεν καὶ οὕτω κατ' ἄκρας ἑαλώκαμέν σου, ὡσανεὶ πολὺν χρόνον συγγεγονότες καὶ διὰ μακρᾶς τῆς πείρας τῶν ἐν σοὶ καλῶν τὴν γνῶσιν ἔχοντες. Οὐ γὰρ ἐπαύσατο ὁ ἀνὴρ ἕκαστα ἡμῖν τῶν περὶ σὲ διηγούμενος· τὸ μεγαλοπρεπὲς τῆς ψυχῆς, τοῦ φρονήμα τος τὸ ἀνάστημα, τῶν τρόπων τὴν ἡμερότητα, ἐμπειρίαν πραγμάτων, σύνεσιν γνώμης, σεμνότητα βίου, φαιδρότητα κεκραμένην, λόγου δύναμιν, τὰ ἄλλα ὅσα αὐτὸς μὲν διὰ πολλῆς τῆς πρὸς ἡμᾶς ὁμιλίας ἀπηριθμήσατο, ἡμῖν δὲ γράφειν οὐκ ἦν δυνατόν, ἵνα μὴ ἔξω τοῦ μέτρου τὴν ἐπι στολὴν προαγάγωμεν. Πῶς οὖν οὐκ ἔμελλον ἀγαπᾶν τὸν τοιοῦτον; Πῶς γοῦν ἠδυνάμην ἐμαυτοῦ κρατῆσαι πρὸς τὸ μὴ οὐχὶ καὶ ἐκβοῶν τὸ τῆς ψυχῆς ἐμαυτοῦ πάθος διαση μαίνειν; ∆έχου τοίνυν τὴν προσηγορίαν, ὦ θαυμάσιε, ἐκ φιλίας ἀληθινῆς καὶ ἀδόλου σοι προσαγομένην· πόρρω γὰρ θωπείας δουλοπρεποῦς τὰ ἡμέτερα· καὶ ἔχε ἡμᾶς τῷ κατα λόγῳ τῶν σεαυτοῦ φίλων ἐναριθμίους, γράμμασι συνεχέσι σαυτόν τε δεικνὺς καὶ παραμυθούμενος τὴν ἀπόλειψιν.
64.τ ΗΣΥΧΙΩ
64.1 Ἐμὲ πολλὰ μὲν ἦν καὶ ἐξ ἀρχῆς τὰ συνάπτοντά σου τῇ τιμιότητι· ὅ τε
περὶ Λόγους κοινὸς ἔρως, πολλαχοῦ παρὰ τῶν πεπειραμένων περιφερόμενος, ἥ τε πρὸς τὸν θαυμά σιον ἄνδρα Τερεντῖνον ἡμῖν ἐκ παλαιοῦ φιλία. Ἐπεὶ δὲ καὶ ὁ πάντα ἄριστος καὶ πάσης ἡμῖν οἰκειότητος ὄνομα ἐκπληρῶν, ὁ αἰδεσιμώτατος ἀδελφὸς Ἐλπίδιος, εἰς λόγους ἀφίκετο καὶ ἕκαστα τῶν ἐν σοὶ καλῶν διηγήσατο, δυνατώ τατος δέ, εἴπερ τις ἄλλος, καὶ ἀρετὴν ἀνθρώπου καταμα θεῖν καὶ παραστῆσαι ταύτην τῷ λόγῳ, τοσοῦτον ἡμῖν τὸν ἐπὶ σοὶ πόθον ἐξέκαυσεν ὥστε εὔχεσθαι ἡμᾶς ἐπιστῆναί σέ ποτε τῇ παλαιᾷ ἑστίᾳ ἡμῶν, ἵνα μὴ ἀκοῇ μόνον, ἀλλὰ καὶ πείρᾳ τῶν ἐν σοὶ καλῶν ἀπολαύσωμεν.
65.τ ΑΤΑΡΒΙΩ
65.1 Καὶ τί πέρας ἔσται τῆς σιωπῆς, εἰ ἐγὼ μὲν τὰ ἐκ τῆς ἡλικίας πρεσβεῖα
ἀπαιτῶν ἀναμένοιμι παρὰ σοῦ γενέσθαι τὴν ἀρχήν μοι τῆς προσφωνήσεως, ἡ δὲ σὴ ἀγάπη ἐπὶ πλεῖον βούλοιτο τῇ βλαβερᾷ κρίσει τῆς συκοφαντίας ἐγκαρ τερεῖν; Ἀλλ' ὅμως ἐγώ, τὴν ἐν τοῖς φιλικοῖς ἧτταν νίκης ἔχειν δύναμιν ἡγησάμενος, ὁμολογῶ σοι μὲν παραχωρεῖν τῆς ἐπὶ τῷ δοκεῖν περιγεγενῆσθαι τῆς οἰκείας κρίσεως φιλοτι μίας. Αὐτὸς δὲ πρῶτος ἐπὶ τὸ γράφειν ἦλθον εἰδὼς ὅτι ἡ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει, οὐδαμοῦ ζητεῖ τὸ ἑαυ τῆς· διὸ οὔτε ἐκπίπτει ποτέ. Ἀταπείνωτος γὰρ ὁ κατὰ ἀγά πην τῷ πλησίον ὑποτασσόμενος. Ὅπως οὖν καὶ αὐτός, πρὸς γοῦν τὸ ἑξῆς τὸν πρῶτον καὶ μέγιστον καρπὸν τοῦ Πνεύ ματος ἐπιδεικνύμενος τὴν ἀγάπην,