οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
καὶ πρὶν γεννηθῇ; Πρὸς δὴ τὰ τοιαῦτα καὶ ἡμεῖς τοὺς περὶ τῆς ἀληθείας ἀντεξάγοντες τοὺς λόγους, Συναγορεύσεις τοῖς παρ' ἡμῶν, ἄνθρωπε, τοῦτο λέγων, ἀναβοήσομεν. Πῶς γὰρ ἂν ὁ Πνευματο φόρος, καὶ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίας, τὰ τοῦ ζῶντός τε καὶ ὄντος ἀεὶ Λόγου, τῷ ἐν τελευταίοις 77.569 τεχθέντι καιροῖς ἐχαρίσατο ναῷ, εἰ μὴ δυσσεβὲς ἡγεῖτο τὸ διατεμεῖν, καὶ μετὰ τὴν ἐνανθρώπησιν τὸν ἕνα καὶ μόνον καὶ ἀληθῶς Υἱὸν ἀπενάρκησε διελεῖν εἰς δύο; Τὰ δὲ ἰδικῶς τε καὶ φυσικῶς προσόντα τῷ Λόγῳ, καὶ πρὸ σαρκὸς, ταῦτα πάλιν αὐτῷ καὶ ἐν σαρκὶ γεγονότι προσάπτει, οὐχ ἕτερον εἰδὼς γεγονότα διὰ τὴν σάρκα, ἀκέραιον δὲ φυλάττων αὐτῷ καὶ ὅτε γέγονεν ἄνθρωπος τῆς θεότητος τὸ ἀξίωμα. Καὶ μὴ θαυμάσῃς, ἄνθρωπε, τὴν τοῦ Παύλου φωνήν. Οὐ γὰρ τῶν τῆς εὐσεβείας κατατυραννήσας δογμάτων, καὶ εἰς τὸ δοκοῦν ἁπλῶς κατατείνας, τὰ τοιαῦτά φη σιν, ἀλλ' ἐξ αὐτῶν τῶν τοῦ Σωτῆρος πεπαιδευμένος ῥημάτων. Τί γὰρ ἔφη πρὸς τὸν Νικόδημον, εἰ βούλει μαθεῖν, ἔξεστι μὲν ἐντυχόντι τοῖς Εὐαγγελίοις ἰδεῖν· ἐρῶ δ' οὖν ὅμως, διὰ τὸ πᾶσι λυσιτελοῦν· "Εἰ γὰρ τὰ ἐπίγεια, φησὶ, εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω τὰ ἐπουράνια, πιστεύσετε;" καί· "Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου." Ποτὲ δὲ πάλιν τοῖς Ἰουδαίοις προσλαλῶν διετείνετο, καὶ ἐπεδείκνυ σα φῶς, ὡς ἀμέτοχοι παντελῶς μενοῦσι τῆς αἰωνίου ζωῆς, τῆς μυστικῆς εὐλογίας οὐκ ἀπογευσάμενοι· χαλεπῶς δὲ πρὸς τοῦτο διακειμένοις, καὶ ἀπελθοῦσιν εἰς τὰ ὀπίσω, καθὼς γέγραπται, πάλιν φησὶ, τὴν ἐντεῦθεν εἰς οὐρανοὺς προδιδάσκων ἀποδημίαν· "Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότε ρον;" Καίτοι, ὅλον γὰρ αὖθις ἀναλήψομαι τὸν λόγον, γεγέννηται μὲν ἐπὶ γῆς, διὰ τῆς ἁγίας Παρθένου, τὸ κατὰ σάρκα· κατέβη δὲ ὁ Θεὸς Λόγος ἐξ οὐρανοῦ. Πῶς οὖν ἡμῖν ἐξ οὐρανοῦ τὸν Υἱὸν τοῦ ἀνθρώπου καταβῆναί φησιν; πῶς δὲ καὶ αὖθις, ὅπου πρότερον ἦν ἀνελεύσεσθαι λέγει; Ὁρᾶς οὖν ὅπως ἀδιαστάτῳ τε καὶ ἀδιορίστῳ περισφίγξας ἑνότητι τῆς ἀποῤῥήτου συνόδου τὸν Λόγον, ἕνα καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς παρ' ἡμῶν ὁμολογεῖσθαι βούλεται Χριστόν; ∆ιὰ γάρτοι τοῦτο, κατὰ φύσιν καίτοι ἀπὸ γῆς οὖσαν τὴν σάρκα ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβῆναί φησιν, ἀνελεύσεσθαι δὲ καὶ εἰς οὐρανοὺς ὅπου τὸ πρότερον ἦν. Τὸ γὰρ ἐνὸν αὐτῷ κατὰ φύσιν τῇ ἱδίᾳ σαρκὶ περιτίθησιν, ὡς οὐκ ὢν ἕτερος παρ' αὐτὴν, ὅσον εἰς ἑνότητα τὴν ἐκ τῆς οἰκονομίας. Καὶ οὐκ ἀναιρήσομεν διὰ τὸ εἰς ἄκρον ἑνοῦν τὰ ἀνόμοια κατὰ τὴν φύσιν· τὸ ὑπάρχειν μέντοι κατ' ἴδιον λόγον τὸ ἀπαύγασμα τοῦ Πατρὸς, ἕτερον δὲ πάλιν τὸ ἀπὸ γῆς σαρκίον, ἤτοι τελείως τὸν ἄνθρωπον· ἀλλὰ καὶ οὕτω ταῦτα διεγνωκότες, καὶ μόναις διελόντες ταῖς ἐννοίαις τὸν ἐφ' ἐκάστῳ λόγον, ἀδιαστάτῳ πάλιν ἑνότητι πε ρισφίγξομεν. "Σὰρξ γὰρ ὁ Λόγος ἐγένετο," κατὰ τὸν ἅγιον εὐαγγελιστὴν, οὐκ εἰς σάρκα μεταβεβλημένος, οὐ γὰρ τοῦτό φησιν, ἀντὶ δὲ τοῦ ἄνθρωπος ὁλοκλήρως εἰπεῖν τὴν σάρκα ὠνόμασεν. 77.572 ϛʹ. Οὐκοῦν, ὡς ἔφησεν ἐν ἰδίοις συγγράμμασι καὶ ὁ πανεύφημος ἡμῶν πατὴρ καὶ ἐπίσκοπος Ἀθανά σιος, ὁ τῆς ὀρθοδόξου πίστεως κανὼν ἀδιάστροφος, δύο πραγμάτων ἀνομοίων κατὰ τὴν φύσιν ἐν ταὐτῷ γέγονε σύνοδος, θεότητος δηλονότι καὶ ἀνθρωπότητος. Εἷς δὲ ἐξ ἀμφοῖν ὁ Χριστός. Καὶ ἄῤῥητος μέν πω ἦν, καὶ ἀπερινόητος ὁ τῆς ἀνακράσεως τρόπος παν τελῶς· πίστει δ' οὖν ὅμως παραδεκτὸν τοῦ μυστη ρίου τὸ βάθος. Τὰ γὰρ ὑπὲρ νοῦν καὶ σύνεσιν τὴν ἐν ἡμῖν, περιεργίᾳ μὲν οὐδαμῶς, πίστει δὲ μόνῃ θαυ μάζεται. Ἐπειδὴ τοίνυν οὐκ ἀλλοτρίαν ἡγεῖτο τὴν σάρκα, ἴδιον δὲ μᾶλλον αὐτὴν ἐποιεῖτο ναὸν, καὶ ἄνθρωπος γεγονὼς, προσκυνεῖται δὲ καὶ παρὰ τῶν ἁγίων ἀγγέλων· "Ὅταν