60
ἀπορρίψῃς μὲν τὸ τῶν ὀργιζομένων σκυθρωπὸν ὅπερ ἡμῖν διὰ τῆς σιωπῆς ὑπο φαίνεις, ἀναλάβῃς δὲ χαρὰν ἐν τῇ καρδίᾳ, εἰρήνην πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, σπουδὴν καὶ μέριμναν ὑπὲρ τῆς τῶν Ἐκκλησιῶν τοῦ Κυρίου διαμονῆς. Γίνωσκε γὰρ ὅτι, εἰ μὴ τὸν ἴσον ἡμεῖς ἀγῶνα ὑπὲρ τῶν Ἐκκλησιῶν ἀνα λάβοιμεν ὁπόσον ἔχουσιν οἱ ἀντικείμενοι τῇ ὑγιαινούσῃ διδασκαλίᾳ εἰς καθαίρεσιν αὐτῶν καὶ παντελῆ ἀφανισμόν, οὐδὲν τὸ κωλύον οἴχεσθαι μὲν παρασυρεῖσαν ὑπὸ τῶν ἐχθρῶν τὴν ἀλήθειαν, παραπολαῦσαι δέ τι καὶ ἡμᾶς τοῦ κρίματος, μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ ἐν ὁμονοίᾳ τῇ πρὸς ἀλλήλους καὶ συμπνοίᾳ τῇ κατὰ Θεόν, τὴν ἐνδεχο μένην μέριμναν ὑπὲρ τῆς ἑνώσεως τῶν Ἐκκλησιῶν ἐπιδει ξαμένους. Παρακαλῶ οὖν, ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. Οὐ γὰρ κατὰ ἀγάπην περιπατοῦντος οὐδὲ πληροῦντός ἐστι τὸν νόμον τοῦ Χριστοῦ τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. Ἅμα γὰρ κἀκεῖνο λογίζεσθαι τὴν ἀγα θήν σου προαίρεσιν βούλομαι, ὅτι τὸ τοῦ πολέμου κακόν, κύκλῳ περιιόν, καὶ πρὸς ἡμᾶς ἔλθοι ποτέ, κἂν μετ' ἄλλων καὶ ἡμεῖς τῆς ἐπηρείας παραπολαύσωμεν, οὐδὲ τοὺς συναλ γοῦντας εὑρήσομεν, διὰ τὸ ἐν καιρῷ τῆς εὐθηνίας ἡμῶν μὴ προκαταβαλέσθαι τοῖς ἠδικημένοις τὸν τῆς συμπαθείας ἔρανον.
66.τ ΑΘΑΝΑΣΙΩ ΕΠΙΣΚΟΠΩ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ
66.1 Οὐδένα τοσοῦτον ἡγοῦμαι λυπεῖν τὴν παροῦσαν τῶν Ἐκκλησιῶν
κατάστασιν, μᾶλλον δὲ σύγχυσιν, εἰπεῖν ἀλη θέστερον, ὅσον τὴν σὴν τιμιότητα συγκρίνοντα μὲν τοῖς ἀρχαίοις τανῦν καὶ παρὰ πόσον ταῦτα ἐκείνων ἐξήλλακται λογιζόμενον καὶ ὅτι, εἰ κατὰ τὴν αὐτὴν ὁρμὴν ἐπὶ τὸ χεῖρον ὑπορρέοι τὰ πράγματα, οὐδὲν ἔσται τὸ κωλύον εἴσω ὀλίγου χρόνου πρὸς ἄλλο τι σχῆμα παντελῶς μεθαρμοσθῆναι τὰς Ἐκκλησίας. Ταῦτα πολλάκις ἐπ' ἐμαυτοῦ γενόμενος διε νοήθην, ὅτι, εἰ ἡμῖν οὕτως ἐλεεινὴ τῶν Ἐκκλησιῶν ἡ παρατροπὴ καταφαίνεται, ποίαν τινὰ εἰκὸς ἔχειν ἐπὶ τού τοις ψυχὴν τὸν τῆς ἀρχαίας εὐσταθείας καὶ ὁμονοίας περὶ τὴν πίστιν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ πεπειραμένον; Ἀλλ' ὥσπερ τὸ πολὺ τῆς λύπης τὴν σὴν τελειότητα περιίσταται, οὕτως ἡγούμεθα προσήκειν καὶ τῆς ὑπὲρ τῶν Ἐκκλησιῶν μερίμνης τὸ πλέον τῇ σῇ διαφέρειν φρονήσει. Πάλαι οἶδα καὶ αὐτός, κατὰ τὴν ἐνυπάρχουσάν μοι μετρίως τῶν πραγ μάτων κατάληψιν, μίαν ἐπιγνοὺς ὁδὸν βοηθείας ταῖς καθ' ἡμᾶς Ἐκκλησίαις, τὴν παρὰ τῶν δυτικῶν ἐπισκόπων σύμπνοιαν. Εἰ γὰρ βουληθεῖεν ὃν ἀνέλαβον ὑπὲρ ἑνὸς ἢ δύο τῶν κατὰ τὴν ∆ύσιν ἐπὶ κακοδοξίᾳ φωραθέντων ζῆλον, τοῦτον καὶ ὑπὲρ τῆς παροικίας τῶν καθ' ἡμᾶς μερῶν ἐπι δείξασθαι, τάχα ἄν τι γένοιτο τοῖς κοινοῖς ὄφελος, τῶν τε κρατούντων τὸ ἀξιόπιστον τοῦ πλήθους δυσωπουμένων καὶ τῶν ἑκασταχοῦ λαῶν ἀκολουθούντων αὐτοῖς ἀναντιρρήτως. Τίς οὖν ταῦτα διαπράξασθαι τῆς σῆς συνέσεως δυνατώ τερος; Τίς συνιδεῖν τὸ δέον ὀξύτερος; Τίς ἐνεργῆσαι τὰ χρήσιμα πρακτικώτερος; Τίς πρὸς τὴν καταπόνησιν τῶν ἀδελφῶν συμπαθέστερος; Τίς τῆς σεμνοτάτης σου πολιᾶς πάσῃ τῇ ∆ύσει αἰδεσιμώτερος; Κατάλιπέ τι μνημόσυνον τῷ βίῳ τῆς σῆς ἐπάξιον πολιτείας, τιμιώτατε Πάτερ. Τοὺς μυρίους ἐκείνους ὑπὲρ τῆς εὐσεβείας ἄθλους ἑνὶ τούτῳ κατακόσμησον ἔργῳ. Ἔκπεμψόν τινας ἐκ τῆς ἁγίας ὑπὸ σὲ Ἐκκλησίας ἄνδρας δυνατοὺς ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ πρὸς τοὺς κατὰ τὴν ∆ύσιν ἐπισκόπους, διήγησαι αὐτοῖς τὰς κατασχούσας ἡμᾶς συμφοράς, ὑπόθου τρόπον ἀντιλήψεως, γενοῦ Σαμουὴλ ταῖς Ἐκκλησίαις, πολεμουμένοις τοῖς λαοῖς συγκακοπάθησον, ἀνένεγκε εἰρηνικὰς προσευχάς, αἴτησον χάριν παρὰ τοῦ Κυρίου εἰρήνης τι μνημόσυνον ἐναφεῖναι ταῖς Ἐκκλησίαις. Οἶδα ὅτι ἀσθενεῖς αἱ ἐπι στολαὶ πρὸς συμβουλὴν τοσούτου πράγματος. Ἀλλ' οὔτε αὐτὸς τῆς παρ' ἑτέρων παρακλήσεως