οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
γὰρ, φησὶν, εἰσάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυ νησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ." Πυθοίμην ἂν ἔγωγε καὶ λίαν ἡδέως τῶν ἑτεροδοξεῖν ἀσυνέτως τετολμηκότων, καὶ χωριζόντων μὲν, ὡς αὐτός πού φησιν ὁ Σωτὴρ, "ἃ συνέζευξεν ὁ Θεὸς," δύο δὲ εἶναι Χριστοὺς καὶ δύο Υἱοὺς οἰομένων, εἴπερ τινὲς ὅλως εἰσὶ, κατὰ τίνα δὴ τρόπον ἁρμόσει καλῶς τῷ ἐκ Θεοῦ καὶ Πατρὸς ὄντι Λόγῳ, πρὸ τῆς ἐνανθρωπή σεως τὸ καλεῖσθαι πρωτότοκον. Πῶς γὰρ ἔτι μονογε νὴς, εἰ πρωτότοκος; Εἰ μὲν γάρ ἐστι μονογενὴς, οὐκ ἂν εἴη πρωτότοκος· ἀλλ' ἔστι κατὰ ταυτὸν ἀμφότερα Χριστὸς, καὶ οὐκ ἄν τις εἰς δύο καταδιελὼν τὸν ἕνα καὶ μόνον Υἱὸν, ἑνὶ μὲν ἀναθήσει τὸ, πρωτότοκος, θατέρῳ δὲ τὸ, μονογενής. Εὑρήσει γὰρ ὅλην αὐτῷ μαχομένην τὴν θεόπνευστον Γραφήν· ἄμφω γε μὴν ἐπὶ Χριστοῦ κυρίως εὑρήσομεν. Ἐπεὶ "πρωτότο κος" μὲν, ὡς ἄνθρωπος "ἐν πολλοῖς ἀδελφοῖς·" μονογενὴς δὲ πάλιν, ὡς Λόγος ἐκ Θεοῦ καὶ Πατρός. Οὐκοῦν ὡς ὁ Παῦλός φησι· "Εἶς Θεὸς, καὶ εἷς με σίτης Θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς." Ἕνα γὰρ καὶ αὐτὸν εἰδὼς τὸν Χριστὸν, κἂν ποτὲ μὲν ὡς Λόγος, ποτὲ δὲ πάλιν ὡς ἄνθρωπος, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν εἰσφέρηται, πάλιν ἐπιστέλ λει περὶ αὐτοῦ· "Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκλησίας, ὅς ἐστιν ἐν ἀρχῇ πρωτότοκος ἐκ τῶν νεκρῶν." Ὁρᾷς δὴ πάλιν, ὅπως ἡμῖν ἀναμίξας τοῖς θεοπρεπέ σιν ἀξιώμασι τὰ τῆς ἀνθρωπότητος ἴδια, τὸν αὐτὸν εἶναί φησι, καὶ εἰκόνα τοῦ ἀοράτου Πατρὸς, ἀπαύ γασμα γάρ ἐστι καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐ τοῦ, καὶ πρωτότοκον τῆς κτίσεως ἀποκαλεῖ, καὶ Θρόνων μὲν καὶ Κυριοτήτων, καὶ πάντων ἁπαξαπλῶς δημιουργὸν ὁμολογεῖ. Τὸν αὐτὸν δὲ πάλιν πρωτότοκον 77.573 ἐκ τῶν νεκρῶν εἶναί φησι. Καίτοι καθὸ πέφηνεν ἄνθρωπος ἐν ὑστέροις τοῦ αἰῶνος, πῶς ἂν εἴη πρὸ πάντων; φορέσει δὲ πῶς τοῦ δημιουργοῦ τὸ ἀξίωμα; ἢ κατὰ τίνα τρόπον εἰκὼν ἔσται τοῦ ἀοράτου Θεοῦ; Ἀνθρώπῳ δὲ πάλιν οὔπω γεγενημένῳ, κατὰ τίνα προσέσται λόγον τὸ, πάσης κτίσεως εἶναι πρωτότο κον, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν; Ὅνπερ γὰρ τρόπον οὐκ ἀνθρώπῳ νοοῖτο πρέπειν τὸ δημιουργεῖν θεοπρεπῶς, οὕτως ἀλλότριον τὸ τεθνάναι Θεοῦ· ἀλλ' ἑνὶ καὶ τῷ αὐτῷ περιτιθεὶς ὁ Παῦλος ἀμφότερα φαί νεται. Οὐχ ἕτερον ἄρα καὶ ἕτερον οἶδεν Υἱόν· ἀλλ' ἕνα καὶ τὸν αὐτὸν, καθάπερ οὖν ἀμέλει καὶ ὁ μακά ριος προφήτης Ἡσαΐας τοιοῦτό τι περὶ Χριστοῦ φρονῶν καὶ λέγων εὑρίσκεται· "Καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις· καὶ ἔσονται δοῦλοι, καὶ προσκυνήσουσί σοι. Καὶ ἐν σοὶ προσεύξον ται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν· ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ." Ἀκούεις πῶς "Σοὶ, φησὶ, προσκυνήσουσι, καὶ ἐν σοὶ προσεύξονται, καὶ ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ;" Ἐροῦσι δὲ ταῦτα, καὶ τὸν ἐν ᾧ κατῴκησεν εἰδότες ναὸν, καὶ τὸν ἐνοικήσαντα Λόγον οὐκ ἀγνοήσαντες, προσκυνοῦσί γε μὴν οὐ τὸν ἐνοικήσαντα μόνον ἀποδιελόντες τοῦ προβλήματος τῆς σαρκός· ἀλλ' ἕνα τὸν ἐξ ἀμφοῖν ἀῤῥήτως κεκερασμένον. Κατῴκησε μὲν ὁ Θεὸς Λόγος ἐν ἰδίῳ ναῷ, τῷ ἐκ γυναικὸς ἀναληφθέντι σώματι, ψυχὴν ἔχοντι τὴν λογικήν· ἀλλ' εἰς τὴν οἰκείαν ἀνε στοιχείωσε δόξαν τὸ ἀναληφθέν. ∆ιὰ γάρ τοι τοῦτο, καὶ μόνῳ τῷ κατὰ φύσιν ὄντι Θεῷ τὸ προσκυνεῖσθαι πρέπειν, τῆς θείας ἡμῶν