Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
λύσις. Εἰ προφητικὸν ἐνυπάρχειν πνεῦμα τῷ τὰ τοιαῦτα λέγοντι ἐνομολογοῦσιν οἱ χριστομάχοι, καὶ πιστεύουσιν ὄντως ἄγιον ἄνδρα γεγενῆσθαι τὸν Ἰακὼβ, ὅτου δὴ χάριν τοσαύτην αὐτῷ περιτιθέντες πλάνην, οὐκ αἰσχύνονται ὡς ἄγγελον συνάπτειν τῷ πάντων Θεῷ, καὶ δύνασθαι συνευλογεῖν τῷ πεποιηκότι τὸ δι' αὐτοῦ γενόμενον νομίζειν; Εἰ δὲ τοῦτο ἄτοπον, ἀκουέτωσαν καὶ παρ' ἡμῶν. Εἰ μὲν ἅγιον ὄντως πιστεύετε γεγενῆσθαι τὸν Ἰακὼβ, παύσασθε δυσφημοῦντες αὐτόν· ζητεῖτε δὲ μᾶλλον τῶν εἰρημένων παρ' αὐτοῦ τὴν ἀληθῆ διάνοιαν. Εἰ δὲ οὐκ ἧν ἅγιος, πρὸς δὲ τοῖς ἄλλοις ἅπασι καὶ τοῦτο λέγειν τολμᾶτε, τί πρὸς ἀνατροπὴν, ὡς οἴεσθε, τῶν τοσούτων καὶ τηλικούτων, ἀνδρὸς οὐχ ἁγίου φέρετε φωνήν; Παρελθόντες τοιγαροῦν τὰς ὑμῶν ἀμαθίας, ἑρμηνεύσομεν καθ' ὃν δεῖ τρόπον τοῦ πατριάρχου τοὺς λόγους. Ὡς γὰρ ἀνὴρ ἅγιος καὶ Πνεύματι θείῳ πρὸς τὴν γνῶσιν τῶν τῆς εὐσεβείας δογμάτων παιδαγωγούμενος, πρῶτον μὲν ἔφησεν· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου, εὐλογήσαι τὰ παιδία ταῦτα. Εἶτά φησι· Καὶ ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου· ἴνα διὰ μὲν τοῦ λέγειν, Ὁ Θεὸς, σημαίνῃ τὸν Πατέρα· διὰ δὲ τοῦ λέγειν, Ὁ ἄγγελος, τὸν ἐξ αὐτοῦ Λόγον. Ἤδει γὰρ ὅτι καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος. Ὅτι δὲ τὸν Υἱὸν ἐνθάδε φησὶ, καὶ οὐ τοιοῦτον ἄγγελον, ὁποῖον ἡ συνήθεια δίδωσι νοεῖν, ἐντεῦθεν ἔσται καταφανές. Εἰρηκὼς γὰρ, Ὁ ἄγγελος, οὐχ ἵστησι μέχρι τούτου τὸν λόγον, ἀλλὰ προστέθεικεν· Ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου. Ἴδωμεν τοίνυν ἐκ τῶν αὐτοῦ ῥημάτων, εἰ μὴ ὁ Θεὸς ἧν ὁ ῥυόμενος αὐτὸν, ἀλλά τις τῶν γενητῶν ἀγγέλων. Ἀπόδειξις ἐφεξῆς, ὅτι Θεὸς ἦν ὁ ῥυόμενος ἐκ πάντων τῶν κακῶν τὸν πατριάρχην Ἰακώβ. Λέγεται παλαῖσαι πρὸς τὸν πατριάρχην Ἰακὼβ ἄγγελος, καὶ τοῦτο κεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Ἀλλὰ συσχὼν αὐτὸν ὁ ἅγιος ἔφασκεν· Οὐ μή σε ἀνῶ, ἐὰν μή με εὐλογήσῃς. Ἦν δὲ οὗτος ὁ Θεός. Αὐτοῦ τε τοῦ πατριάρχου φέρεται φωνή· Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον. Τοῦτον τὸν ὡς ἄγγελον αὐτῷ ὀφθέντα παρεκάλει τοῖς ἐκγόνοις ἐπιπέμψαι τὴν εὐλογίαν. ΑΛΛΟ, ἐκ τῶν αὐτῶν. Ὤφθη τῷ πατριάρχῃ Κύριος ὁ Θεὸς, ὡς γέγραπται, καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐγὼ μετὰ σοῦ, δια 75.196 φυλάσσων σε ἐν τῇ ὁδῷ οὗ ἐὰν πορευθῇς. Οὐκοῦν Θεὸς ἦν ὁ ῥυόμενος, καὶ οὐκ ἄγγελος. Καὶ πάλιν, ὅτε Λάβαν κατεδίωξε τὸν Ἰακὼβ καὶ κατέλαβε, τότε πάλιν Θεὸς κεκώλυκε τὴν ἐπήρειαν, οὐ συγχωρήσας λαλῆσαι ῥήματα πρὸς τὸν Ἰακώβ. Ὅτι δὲ Θεὸς αὐτῷ καὶ τοῦτο ἐξήνυσεν, αὐτὸς ἔσται μάρτυς λέγων πρὸς τὰς ἑαυτοῦ γυναῖκας· Οὐκ ἔδωκεν ὁ Θεὸς τῷ Λάβαν κακοποιῆσαί με. Καὶ πάλιν ἐπιβουλευόμενος παρὰ τοῦ ἀδελφοῦ Ἡσαῦ, οὐκ ἄγγελον ἐπεκαλεῖτο, ἀλλὰ Θεὸν παρεκάλει βοῶν· Ἐξελοῦ με, Κύριε, ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι αὐτόν. ΑΛΛΟ, ἀποδεικτικῶς, ὅτι ὁ Λόγος τοῦ Θεοῦ, τὸ εἶδος αὐτοῦ ἐστιν. Λέγει που πρὸς Ἰουδαίους λίαν ἀπειθοῦντας ὁ Σωτήρ· Ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκε περὶ ἐμοῦ, οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Τοίνυν ὅτι μὴ πεπιστεύκασι τῷ ἐκ τοῦ Πατρὸς ἀποσταλέντι Λόγῳ, οὔτε τῆς φωνῆς ἀκηκοέναι λέγονται τοῦ Θεοῦ, οὔτε μὴν τὸ εἶδος αὐτοῦ τεθεᾶσθαι πώποτε, ἀλλ' οὔτε ἔχειν ἐν αὐτοῖς ἐνοικοῦντα τὸν λόγον. Ἔστι δὴ λοιπὸν ἅπασι σαφὲς καὶ εὐσύνοπτον, ὅτιπερ, εἰ ἐδέξαντο τὸν ἀπεσταλμένον, ἤκουσαν ἂν καὶ τῆς φωνῆς τοῦ Θεοῦ, καὶ τὸ εἶδος ἐθεάσαντο αὐτοῦ, καὶ εἶχον ἐνοικοῦντα τὸν Λόγον. Ταῦτα τοίνυν πάντα ἐστὶν ὁ Υἱὸς, φωνὴ καὶ εἶδος, καὶ Λόγος τοῦ Πατρός. Εἰ δὲ εἶδός ἐστι, δῆλον ὅτι καὶ εἰκὼν καὶ χαρακτήρ. Ἔχων οὖν ὡς χαρακτὴρ κατὰ φύσιν ἐν ἑαυτῷ τὸ πρωτότυπον, οὗ καὶ ἔστι χαρακτὴρ, ἀληθεύσει λέγων· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. ΑΛΛΟ, σημαῖνον ὅτι εἶδος Θεοῦ καλεῖται ὁ Λόγος. Ὁ πατριάρχης Ἰακὼβ μετωνομάσθη παρὰ τοῦ Θεοῦ καὶ κέκληται κατά τινα χρόνον Ἰσραὴλ, ὅτε, καθά φησιν ἡ θεία Γραφὴ, Ἀνέτειλεν αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ