61
χρῄζεις, οὐ μᾶλλόν γε ἢ τῶν ἀγωνιστῶν οἱ γενναιότατοι τῆς παρὰ τῶν παίδων ὑποφωνήσεως, οὔτε ἡμεῖς ἀγνοοῦντα διδάσκομεν, ἀλλ' ἐσπουδακότι τὴν ὁρμὴν ἐπιτείνομεν. 66.2 Πρὸς μὲν οὖν τὰ λοιπὰ τῆς Ἀνατολῆς ἴσως σοι καὶ πλειόνων συνεργίας προσδεῖ καὶ ἀνάγκη ἀναμένειν τοὺς ἐκ τῆς ∆ύσεως. Ἡ μέντοι τῆς κατὰ τὴν Ἀντιόχειαν Ἐκκλησίας εὐταξία προδήλως τῆς σῆς ἤρτηται θεοσεβείας, ὥστε τοὺς μὲν οἰκονομῆσαι, τοὺς δὲ καθησυχάσαι, ἀποδοῦναι δὲ τὴν ἰσχὺν τῇ Ἐκκλησίᾳ διὰ τῆς συμφωνίας. Καὶ γὰρ ὅτι ὀφείλεις, κατὰ τοὺς σοφωτάτους τῶν ἰατρῶν, τῆς ἐπι μελείας ἐκ τῶν καιριωτάτων ἄρχεσθαι, παντὸς ἀκριβέ στερον αὐτὸς ἐπίστασαι. Τί δ' ἂν γένοιτο ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις τῆς Ἀντιοχείας ἐπικαιριώτερον; Ἣν εἰ συνέβη πρὸς ὁμόνοιαν ἐπανελθεῖν, οὐδὲν ἐκώλυεν, ὥσπερ κεφαλὴν ἐρρωμένην, παντὶ τῷ σώματι ἐπιχορηγεῖν τὴν ὑγείαν. Τῷ ὄντι δὲ τῆς σῆς δεῖται σοφίας καὶ εὐαγγελικῆς συμπαθείας τὰ ἐκείνης τῆς πόλεως ἀρρωσ τήματα· ἥ γε οὐχ ὑπὸ τῶν αἱρετικῶν διατέτμηται μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν τὰ αὐτὰ φρονεῖν ἀλλήλοις λεγόντων διασπᾶται. Ταῦτα δὲ ἑνῶσαι καὶ εἰς μίαν σώματος συναγαγεῖν ἁρμονίαν Ἐκείνου μόνου ἐστὶ τοῦ καὶ τοῖς ξηροῖς ὀστέοις τὴν εἰς νεῦρα καὶ σάρκα πάλιν ἐπάνοδον τῇ ἀφάτῳ αὐτοῦ δυνάμει χαριζομένου. Πάντως δὲ τὰ μεγάλα ὁ Κύριος διὰ τῶν ἀξίων ἑαυτοῦ ἐνεργεῖ. Πάλιν οὖν καὶ ἐνταῦθα τῇ σῇ μεγαλοφυΐᾳ πρέπειν τὴν τῶν τηλικούτων διακονίαν ἐλπίζομεν, ὥστε κατα στορέσαι μὲν τοῦ λαοῦ τὸν τάραχον, παῦσαι δὲ τὰς μερι κὰς προστασίας, ὑποτάξαι δὲ πάντας ἀλλήλοις ἐν ἀγάπῃ καὶ τὴν ἀρχαίαν ἰσχὺν ἀποδοῦναι τῇ Ἐκκλησίᾳ.
67.τ ΑΘΑΝΑΣΙΩ ΕΠΙΣΚΟΠΩ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ
67.1 Ἐμοὶ μὲν ἐξαρκοῦν ἐφάνη ἐν τοῖς προτέροις γράμμασι πρὸς τὴν σὴν
τιμιότητα τοσοῦτον ἐνδείξασθαι ὅτι πᾶν τὸ κατὰ τὴν πίστιν ἐρρωμένον τοῦ κατὰ τὴν ἁγίαν Ἐκκλησίαν Ἀντιοχείας λαοῦ εἰς μίαν συμφωνίαν χρὴ καὶ ἕνωσιν ἐναχθῆναι, πρὸς τὸ δηλῶσαι ὅτι τῷ θεοφιλεστάτῳ ἐπι σκόπῳ Μελετίῳ δέοι τὰ εἰς μέρη πλείονα νῦν διῃρημένα συνάψαι. Ἐπεὶ δὲ ὁ αὐτὸς οὗτος ὁ ἀγαπητὸς συνδιάκονος ἡμῶν ∆ωρόθεος ἐναργεστέραν τὴν περὶ τούτων ἐπεζήτησε μνήμην, ἀναγκαίως ἐπισημαινόμεθα ὅτι καὶ πάσῃ τῇ Ἀνα τολῇ δι' εὐχῆς καὶ ἡμῖν τοῖς παντοίως αὐτῷ συνημμένοις ἐπιθυμητὸν αὐτὸν ἰδεῖν τὴν Ἐκκλησίαν διέποντα τοῦ Κυρίου, τῇ τε πίστει ἀνεπίληπτον ὄντα καὶ τῷ βίῳ οὐδε μίαν πρὸς τοὺς ἄλλους ἐπιδεχόμενον σύγκρισιν καὶ τῷ τοῦ παντός, ὡς εἰπεῖν, σώματος τῆς Ἐκκλησίας αὐτὸν προε στάναι, τὰ δὲ λοιπὰ οἷον μερῶν ἀποτμήματα εἶναι. Ὥστε πανταχόθεν ἀναγκαῖόν τε ὁμοῦ καὶ συμφέρον τῷ ἀνδρὶ τούτῳ συναφθῆναι τοὺς ἄλλους, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν τοὺς ἐλάττους, περὶ δὲ τοὺς ἄλλους γενέσθαι τινὰ οἰκονομίαν τὴν κἀκείνοις πρέπουσαν καὶ τὸν λαὸν εἰρη νεύουσαν καὶ τῇ σῇ συνέσει καὶ περιβοήτῳ ἐντρεχείᾳ καὶ σπουδῇ ἐπιβάλλουσαν. Πάντως δὲ οὐκ ἔλαθέ σου τὴν ἀνυπέρβλητον φρόνησιν ὅτι ἤδη καὶ τοῖς ὁμοψύχοις σου τοῖς κατὰ τὴν ∆ύσιν τὰ αὐτὰ ταῦτα συνήρεσεν, ὡς δηλοῖ τὰ γράμματα τὰ διὰ τοῦ μακαρίου Σιλουανοῦ κομισθέντα ἡμῖν.
68.τ ΜΕΛΕΤΙΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ
68.1 Τέως μὲν ἠβουλήθημεν κατασχεῖν παρ' ἑαυτοῖς τὸν εὐλαβέστατον
ἀδελφὸν ∆ωρόθεον τὸν συνδιάκονον, ὥστε ἐπὶ τῷ τέλει τῶν πραγμάτων ἀποπεμψάμενοι γνωρίσαι δι' αὐτοῦ ἕκαστα τῶν πεπραγμένων τῇ τιμιότητί σου. Ἐπειδὴ δὲ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενοι εἰς πολὺ τοῦ χρόνου παρετάθημεν, καὶ ἅμα, ὡς ἐν ἀπόροις, βουλή τις ἡμῖν ἐνέ πεσε περὶ τῶν προκειμένων, ἀπεστείλαμεν