οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἀνατιθείσης Γραφῆς, κατ εθάρσησε πάλιν ὁ Παῦλος εἰπεῖν· "Ὅτι ἐν τῷ ὀνό ματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δό ξαν Θεοῦ Πατρός." Τί δὲ δὴ πάλιν ἐροῦμεν, ὅτε τοῖς τῶν ἁγίων εὐαγγελιστῶν περιτυχόντες συγγράμμασι, τὸν μὲν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν σωματι κῶς εὑρίσκομεν τοῖς ἑαυτοῦ προσφυσῶντα μαθηταῖς, καὶ λέγοντα· "Λάβετε Πνεῦμα ἅγιον;" Παῦλος δὲ πάλιν ἐπιστέλλει, λέγων· "Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ καὶ Πατρός." Ἑτέρους δὲ πάλιν ὡς περὶ τῶν Ἰουδαίων· "Ὧν αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν." Θωμᾶς δὲ τίνα ψηλαφήσας μετὰ τὴν ἐκ νεκρῶν ἀποβίωσιν, τὴν σοφωτάτην ἠφίη φωνὴν, "Ὁ Κύριός μου καὶ ὁ Θεός μου;" Ἆρα καὶ τὴν χειρὸς ἁφὴν ὑπομένειν δύνασθαι τὸν ἐκ Θεοῦ Πατρὸς οἰησόμεθα Λόγον; ἀλλ', οἷμαι, ληρεῖν τις ἡμᾶς οὐ μετρίως ἐρεῖ, τοῦτο λέγειν ἀσυνέτως ἀποτολμήσαντας. Τί δ' ἂν εἴη τὸ παρ' ἐκείνου ψηλαφώμενον, οὐδενὶ τῶν ὄντων ἐφικέ σθαι δυσθήρατον. Ἀλλ' εἰσίτω πρὸς ἅπασι τούτοις, 77.576 καὶ ὁ τῶν ἁγίων μαθητῶν ἡγούμενος Πέτρος, ὃς δια πυνθανομένου τοῦ Σωτῆρός ποτε· "Τίνα λέγουσιν οἱ ἄνθρωποι τὸν Υἱὸν τοῦ ἀνθρώπου;" διαῤῥήδην ἀνα βοᾷ· "Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος." Οὐκ, Ἐν σοὶ, φησὶν, ὁ Υἱός· ἀλλ' εἰδὼς ἕνα καὶ τὸν αὐτὸν, καὶ πρὸ σαρκὸς, καὶ μετὰ σαρκὸς, "Σὺ, φησὶν, εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος." Τί οὖν ἆρα τὸ ἐντεῦθεν ἐκβέβηκεν; Ἐμακαρίζετο τοῦτο λέγων ὁ μαθητής· "Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς." ∆ῶρον δὲ ταῖς ἐννοίαις ἰσόῤῥοπον, καὶ τῆς ὀρθοδόξου πίστεως ἀμοιβὴν ἐκομίζετο, τὰς κλεῖδας τοῦ οὐρανοῦ, καθὼς γέγραπται. Ταύτῃ καὶ ἡμεῖς ἀκολουθῶμεν τῇ πίστει, καὶ τὸ συμφρονεῖν τοῖς Ἰουδαίοις ἀποῤῥιπτοῦντες ὡς ποῤῥωτάτω, μὴ λέγωμεν σὺν ἐκείνοις τῷ πάντων ἡμῶν Σωτῆρι Χρι στῷ· "∆ιατί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;" ἀλλ' ἕνα προσκυνοῦμεν, καὶ ὁμολογοῦμεν Χρι στὸν, τὸν αὐτὸν καὶ Λόγον ἐκ Θεοῦ καὶ Πατρὸς, καὶ "ἄνθρωπον ἐκ γυναικὸς," καθὼς γέγραπται. Ἐπειδὴ γὰρ ἦμεν ἐν πολλαῖς ἁμαρτίαις, καὶ τὴν ἑκάστου ψυχὴν τὸ πικρὸν τῶν ἐν ἡμῖν ἡδονῶν κατεληΐζετο στίφος, "Ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώ ματι σαρκὸς ἁμαρτίας, ὡς ὁ Παῦλός φησι, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ," καὶ σὺν αὐτῇ τὸν ἐξ αὐτῆς βλαστήσαντα θάνατον, ἵνα πάντας ἀναστοι χειώσῃ πρὸς τὴν ἀρχαίαν ζωήν. Ἰουδαῖοι μὲν γὰρ οἱ δείλαιοι, ταῖς τοῦ διαβόλου στρατηγίαις τὰ πάντα πειθόμενοι, τὸν τῆς δόξης ἐσταύρωσαν Κύριον. Ἀλλ' οὐκ ἦν δυνατὸν ζωὴν ὄντα κατὰ φύσιν καὶ Θεὸν, τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς. Τοιγάρτοι σκυλεύ σας τὸν ᾅδην, καὶ πάντα τοῦ διαβόλου κενώσας μυ χὸν, ἀνέστη τριήμερος, ὁδὸς καὶ ἀρχὴ καὶ θύρα τῇ ἀνθρωπείᾳ φύσει γενόμενος, πρὸς τὸ ἀνατρέχειν εἰς ζωὴν, καὶ τῶν τοῦ θανάτου κατανεανιεύεσθαι βρό χων. Πάντες γὰρ ἦμεν ἐν Χριστῷ, καθὸ γέγονεν ἄνθρωπος χωρὶς ἁμαρτίας· "Καὶ σπέρματος Ἀβραὰμ ἐπελάβετο, κατὰ τὸ γεγραμμένον, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς, νικήσῃ τὸν θάνατον, ὅτε γέγονεν ἄνθρωπος." Εἰς τοῦτο γὰρ ὅλος ὁ σκο πὸς τῆς μετὰ σαρκὸς οἰκονομίας ὁρᾷ τε καὶ βλέπει. ∆ιαναστὰς δὲ ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς ἐκ νεκρῶν, ὤφθη μὲν τοῖς ἑαυτοῦ μαθηταῖς, ἐπιτρέψας δὲ βα πτίζειν αὐτοῖς εἰς ὄνομα Πατρὸς, Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ ὅλην τῷ λόγῳ καταφωτίζειν τὴν οἰκουμένην, καὶ εἰς αὐτὸν ἀνέβη τὸν οὐρανὸν, "συν εμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν," καθὰ γέγραπται, ἵνα "παράκλητον αὐτὸν