Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Θεοῦ. Εἶδος δὲ Θεοῦ τί ἂν ἕτερον εἴη, εἰ μὴ πάντως ὁ μετὰ παῤῥησίας βοῶν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν; Ἀντίθεσις ὡς ἀπὸ τῶν χριστομάχων, ἀσεβείας μεστή. Εὑρίσκεται, φασὶν, αὐτὸς ὁ Σωτὴρ τὸν ἑαυτοῦ Πατέρα παρακαλῶν ὑπέρ τε τῶν ἑαυτοῦ μαθητῶν, καὶ ὑπὲρ πάντων τῶν εἰς αὐτὸν πεπιστευκότων, καὶ οὕτω λέγων· Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, οὓς δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς καὶ ἡμεῖς. Καὶ μεθ' ἕτερα· Οὐ περὶ τούτων δὲ μόνων ἐρωτῶ, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πατὴρ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν 75.197 ἡμῖν ἒν ὦσιν· ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας. Κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν. Ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν· ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέσταλκας. Οὐκοῦν ὥσπερ ἄνθρωποι τὴν φύσιν ὄντες ἡμεῖς ἐν τῷ Πατρὶ γινόμεθα, οὕτω καὶ αὐτὸς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν Πατέρα. Καὶ αὐτὸς δὲ πάλιν ὁ Πατὴρ, οὕτως ἕν ἐστι πρὸς τὸν Υἱὸν, καθάπερ καὶ πρὸς ἡμᾶς. Καὶ ὥσπερ οὐδεὶς ἀναγκάζει λόγος ὁμοίους ἡμᾶς εἶναι κατὰ φύσιν τῷ Πατρὶ, ὅτι δὴ καὶ πρὸς αὐτὸν ἓν γίνεσθαι λεγόμεθα, οὕτως οὐκ ἀνάγκη πᾶσα λέγειν ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, ἐπειδήπερ φησίν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ὡς γὰρ προλαβόντες εἰρήκαμεν, οὕτως ἐστὶν ἐν Πατρὶ, καθὰ καὶ ἡμεῖς. Ἢ τοίνυν καὶ ἡμᾶς ἀκόλουθον ὁμολογεῖν ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς, διὰ τὸ ἓν γίνεσθαι πρὸς Θεὸν, ἢ εἰ μένομεν ἄνθρωποι, κἂν ἓν γενώμεθα πρὸς τὸν Πατέρα, δίκαιον καὶ ἐφ' Υἱοῦ τοῦτο φρονεῖν. Μένει γὰρ ἐπὶ τῆς ἑαυτοῦ φύσεως, οὐκ ἀναβαίνων εἰς τὴν τοῦ Πατρὸς οὐσίαν, κἂν ὡς ἓν ὑπάρχειν λέγηται πρὸς αὐτόν. Λύσις ἐφεξῆς. Ταῦτα καὶ ὁ τῶν χριστομάχων πατὴρ καὶ τῆς φλυαρίας αὐτῶν χορηγὸς διάβολος εἰρηκὼς ἤκουσε· Νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Ὡς γὰρ τετόλμηκεν εἰπεῖν ἐκεῖνος· Ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι, πολὺ τῆς ἀνθρώπων φύσεως τοὺς ὅρους ὑπερβαινόμενοι καὶ τῆς οὐσίας ἀναβάντες τὸ μέτρον, οὐ φοβοῦνται λέγοντες· Ἐσόμεθα ὅμοιοι τῷ Ὑψίστῳ. Ὥσπερ οὖνἀληθεύει ὁ τοῦ Θεοῦ Λόγος βοῶν, ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, οὕτω καὶ οἱ χριστομάχοι εἴποιεν ἂν ἀληθεύοντες· Ἡμεῖς καὶ ὁ πατὴρ ἡμῶν ὁ διάβολος ἕν ἐσμεν, διὰ τὸ τῆς γνώμης ἀπαράλλακτον. Εἰς τοῦτο δὲ ἤδη μωρίας ἐλαύνουσιν ὡς οἴεσθαι κατὰ χάριν ἔχοντας τὸ καλεῖσθαι θεοὺς, ὁμοίους εἶναι δύνασθαι κατὰ τὴν φύσιν τοῦ τὴν χάριν ἐπιδεδωκότος. Καὶ υἱοὶ κεκλημένοι, καθ' ὁμοιότητα τοῦ κατὰ φύσιν Υἱοῦ, ἴσους ἑαυτοὺς εἶναι πιστεύουσι τοῦ πρὸς υἱοθεσίαν ἀναγαγόντος, καὶ τὸ ἴδιον αὐτοῦ κατὰ φύσιν ἀξίωμα, κατὰ χάριν αὐτοῖς ἐπιθέντος διὰ πολλὴν φιλανθρωπίαν. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Κἂν λέγῃ, φασὶν, ὁ Υἱὸς, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, οὐ πάντως ἔσται τῆς αὐτῆς οὐσίας τῷ Πατρὶ, ἐπεὶ καὶ ἡμεῖς ἄνθρωποι κατὰ φύσιν ὄντες, ἓν ὡς πρὸς τὸν Θεὸν γινόμεθα· καὶ μάρτυς αὐτὸς λέγων ὁ Υἱός· Θέλω, Πάτερ, ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. Πρὸς τοῦτο λύσις. Εἰ οὕτως εἰσὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν, ὡς καὶ ἡμεῖς πρὸς τὸν Πατέρα, καὶ ὁ Πατὴρ πρὸς ἡμᾶς, οὐδὲν ἅρα τὸ μεταξὺ τοῦ Θεοῦ Λόγου καὶ ἡμῶν, ἀλλ' ἔσται κατὰ φύσιν ἡμῖν ὁ αὐτὸς, διοίσει δὲ μόνον τῷ 75.200 χρόνῳ, ἐπεὶ καὶ αὐτός ἐστι πρὸ πάντων· ἀλλὰ κἂν ἔχῃ τὸ προτερεύειν κατὰ τὸν χρόνον, ἔσται πάλιν ἡμῖν κατ' οὐσίαν ὁ αὐτός. Τί γὰρ κωλύσει τὸν Ἀδὰμ εἰς τὸ εἶναι κατὰ φύσιν ὅμοιον τῷ Παύλῳ τύχον, ἢ ἑτέρῳ τινὶ τῶν μετ' αὐτὸν γεγονότων, τὸ πρὸ πάντων αὐτὸν πεποιῆσθαι παρὰ Θεοῦ; Εἰ τοίνυν οὐδὲν ἐν τούτοις ὁ χρόνος ὠφελεῖ, τί κωλύει καὶ τὸν Υἱὸν πρὸ ἡμῶν γεγονότα, τῆς αὐτῆς οὐσίας ἡμῖν ὑπάρχειν, εἰ μηδὲν ἔστιν ἕτερον τὸ μεταξὺ ἡμῶν τε καὶ αὐτοῦ; Καὶ εἰ τοῦτο καθ' ὑμᾶς ἐστιν ἀληθὲς, ὅτου δὴ χάριν αὐτὸς μόνος καλεῖται Ποιητὴς, ἡμῶν οὐκ ἐχόντων τοῦτο; Καὶ ἡμεῖς μὲν δι' αὐτοῦ γεγόναμεν, αὐτὸς δὲ τὴν τοῦ