62
τὸν προειρημέ νον ἄνδρα καταλαβεῖν ὑμῶν τὴν ὁσιότητα καὶ δι' ἑαυτοῦ τε ἀνενεγκεῖν ἕκαστα καὶ τὸ ὑπομνηστικὸν ἡμῶν ἐπιδεῖξαι, ἵνα, εἰ φανείη χρησίμως ἔχειν τὰ παρ' ἡμῶν ἐννοηθέντα, εἰς ἔργον ἐλθεῖν παρὰ τῆς ὑμετέρας τελειότητος σπου δασθείη. Ὡς δὲ συντόμως εἰπεῖν, γνώμη ἐκράτησεν ἐπὶ τὴν Ῥώμην διαβῆναι τὸν αὐτὸν τοῦτον ἀδελφὸν ἡμῶν ∆ωρό θεον διαναστῆσαί τινας τῶν ἀπὸ τῆς Ἰταλίας πρὸς τὴν ἐπίσκεψιν ἡμῶν θαλάσσῃ χρησαμένους, ἵνα τοὺς ἐμποδίζοντας διαφύγωσι. Τοὺς γὰρ παραδυναστεύοντας τοῖς κρατοῦσιν εἶδον μηδὲν βουλομένους μήτε δυναμένους ὑπομιμνήσκειν αὐτὸν περὶ τῶν ἐκβεβλημένων, ἀλλὰ τὸ μή τι χεῖρον ἰδεῖν ἐν ταῖς Ἐκκλησίαις γιγνόμενον κέρδος τιθεμένους. Εἰ οὖν καὶ τῇ σῇ φρονήσει χρήσιμον εἶναι τὸ βούλευμα παρασταίη, καταξιώσεις καὶ ἐπιστολὰς τυπῶσαι καὶ ὑπομνηστικὰ ὑπαγορεῦσαι περὶ ὧν χρὴ διαλεχθῆναι αὐτὸν καὶ πρὸς τίνας. Ὥστε δὲ ἔχειν τινὰ ἀξιοπιστίαν τὰ γράμματα, συμπαραλήψει πάντως τοὺς ὁμογνώμονας, κἂν μὴ παρῶσι. Τὰ δ' ἐνταῦθα ἔτι ἐστὶν ἐν ἀδήλῳ, τοῦ Εὐιππίου παραγενομένου μέν, μηδὲν δὲ τέως ἐκφήναντος. Ἀπειλοῦσι μέντοι καὶ συνδρομήν τινα ὁμογνωμόνων αὐτοῖς ἔκ τε τῆς Ἀρμενίας τῆς Τετραπόλεως καὶ ἐκ τῆς Κιλικίας.
69.τ ΑΘΑΝΑΣΙΩ ΕΠΙΣΚΟΠΩ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ
69.1 Ἣν ἔκπαλαι περὶ τῆς σῆς τιμιότητος ὑπόληψιν ἔσχο μεν, ταύτην ὁ
χρόνος προϊὼν ἀεὶ βεβαιοῖ, μᾶλλον δὲ καὶ συναύξει ταῖς προσθήκαις τῶν κατὰ μέρος ἐπιγινομένων. Ὅτι τῶν μὲν ἄλλων τοῖς πλείστοις ἐξαρκεῖ τὸ καθ' ἑαυτὸν ἕκαστον περισκοπεῖν, σοὶ δὲ οὐχ ἱκανὸν τοῦτο, ἀλλ' ἡ μέριμνά σοι πασῶν τῶν Ἐκκλησιῶν τοσαύτη ὅση καὶ τῆς ἰδίως παρὰ τοῦ κοινοῦ ∆εσπότου ἡμῶν ἐμπιστευθείσης ἐπίκειται, ὅς γε οὐδένα χρόνον διαλείπεις διαλεγόμενος, νουθετῶν, ἐπιστέλλων, ἐκπέμπων τινὰς ἑκάστοτε τοὺς ὑποτιθεμένους τὰ βέλτιστα. Καὶ νῦν δὲ ἀπὸ τοῦ ἱεροῦ πληρώματος τοῦ ὑπὸ σὲ κλήρου τὸν αἰδεσιμώτατον ἀδελφὸν Πέτρον ἐκπεμφθέντα μετὰ πολλῆς χαρᾶς ἐδεξάμεθα καὶ τὸν ἀγαθὸν αὐτοῦ τῆς ἀποδημίας σκοπὸν ἀπεδεξάμεθα, ὃν ἐπιδείκνυται, κατ' ἐντολὰς τῆς σῆς τιμιότητος, τὰ ἀντι τείνοντα προσαγόμενος καὶ τὰ διεσπασμένα συνάπτων. Ὅθεν τι καὶ ἡμεῖς συμβαλέσθαι τῇ περὶ τοῦτο σπουδῇ βουληθέντες, ἐνομίσαμεν ἐπιτηδειοτάτην ἀρχὴν τοῖς πράγμασι δώσειν, εἰ, ὥσπερ ἐπὶ κορυφὴν τῶν ὅλων τὴν σὴν ἀναδράμοιμεν τελειότητα καί σοι συμβούλῳ τε χρησαίμεθα καὶ ἡγεμόνι τῶν πράξεων. Ὅθεν καὶ τὸν ἀδελφὸν Θεόδωρον τὸν διάκονον τῆς ὑπὸ τὸν τιμιώτατον ἐπίσκοπον Μελέτιον Ἐκκλησίας, ἀγαθῷ κεχρημένον περὶ τὴν τῆς πίστεως ὀρθότητα ζήλῳ καὶ ἐπιθυμοῦντα καὶ αὐτὸν τὴν εἰρήνην τῶν Ἐκκλησιῶν ἐπιδεῖν, πρὸς τὴν σὴν θεοσέβειαν ἀναπέμψαι, ὥστε ταῖς σαῖς ὑποθήκαις ἀκολουθοῦντα (ἃς καὶ τῷ χρόνῳ καὶ τῇ τῶν πραγμάτων πείρᾳ καὶ τῷ ὑπὲρ τοὺς ἄλλους ἔχειν τὴν ἐκ τοῦ Πνεύματος συμβουλίαν ἀσφαλεστέρας ποιεῖσθαι δύνασαι), οὕτως ἐγχειρεῖν τοῖς σπουδαζομένοις. Ὃν καὶ ὑποδέξῃ δηλονότι καὶ προσ βλέψεις εἰρηνικοῖς ὀφθαλμοῖς, στηρίξας τε αὐτὸν τῇ διὰ τῶν προσευχῶν βοηθείᾳ καὶ ἐφοδιάσας γράμμασι, μᾶλλον δὲ καὶ παραζεύξας τινὰς τῶν αὐτόθεν σπουδαίων ἐπὶ τὰ προκείμενα ὁδηγήσεις. Ἐφάνη δὲ ἡμῖν ἀκόλουθον ἐπιστεῖλαι τῷ ἐπισκόπῳ Ῥώμης ἐπισκέψασθαι τὰ ἐνταῦθα καὶ δοῦναι γνώμην, ἵνα, ἐπειδὴ ἀπὸ κοινοῦ καὶ συνοδικοῦ δόγματος ἀποσταλῆναί τινας δύσκολον τῶν ἐκεῖθεν, αὐτὸν αὐθεντῆσαι περὶ τὸ πρᾶγμα, ἐκλεξάμενον ἄνδρας ἱκανοὺς μὲν ὁδοιπορίας πόνους διενεγκεῖν, ἱκανοὺς δὲ πραότητι καὶ εὐτονίᾳ ἤθους τοὺς ἐνδιασ τρόφους τῶν παρ' ἡμῖν νουθετῆσαι, ἐπιτηδείως δὲ καὶ οἰκονομικῶς κεχρημένους τῷ λόγῳ καὶ πάντα ἔχοντας μεθ' ἑαυτῶν τὰ μετὰ Ἀριμῖνον πεπραγμένα, ἐπὶ λύσει τῶν κατ' ἀνάγκην ἐκεῖ γενομένων, καί, τοῦτο μηδενὸς εἰδότος, ἀψοφητὶ διὰ θαλάσσης ἐπιστῆναι τοῖς