οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἔχοντες πρὸς τὸν Πατέρα, καὶ ἱλασμὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν," ὡς Ἰωάννης φησὶ, "δρομαῖοι βαδίζωμεν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως·" ἁμαρτίας μὲν ἁπάσης ἀποπηδῶντες εὐτόνως, ἐπιτρέχοντες δὲ μᾶλλον τὸ κατορθοῦν ἐπείγεσθαι τὴν φιλόθεον ἀρετὴν, σωφρο σύνην ἐπασκοῦντες, ἐγκράτειαν ἀγαπῶντες "παρι 77.577 στῶντες τὰ μέλη τοῦ σώματος ὅπλα δικαιοσύνης τῷ Θεῷ," τῶν ἐν ταλαιπωρίαις μνημονεύοντες, ὀρφανοὺς καὶ χήρας ἀνακτώμενοι, τοῖς δεσμίοις ἐπελαφρίζον τες τὴν ἐκ τοῦ δέεσθαι συμφορὰν, καὶ ἁπαξαπλῶς τῆς εἰς ἀλλήλους ἀγάπης ἐχόμενοι. Τότε γὰρ, τότε τὴν καθαρωτάτην καὶ παντὸς ἀγαθοῦ μητέρα νη στείαν ἐπιτελέσομεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσ σαρακοστῆς ἀπὸ δωδεκάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ ἑπτακαι δεκάτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ δευτέρᾳ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {1ΛΟΓΟΣ Θʹ.}1 αʹ. Ἄρα πάλιν ἡμᾶς τὰ λαμπρὰ τῆς ἁγίας ἑορτῆς ἀναδεκνύντας συνθήματα, μέγα τι καὶ διαπρύσιον ἀνα κραγεῖν· "Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ." Ἥκει γὰρ, ἥκει καὶ εἰσαῦθις ἡμῖν διὰ τῆς ἐτησίου περιστροφῆς ὁ τῆς νηστείας καιρός. Καθάπερ ἐξ ἑῴων ἄρτι κλι μάτων ἡλίου μὲν γῆς ὑπερύπτασθαι λαβόντος ἀρ χὴν, εἴσω γε μὴν ἔτι τὴν αἴγλην ὠδίνοντος, αἱ λαμ πραὶ τῶν ἀκτίνων προσανίσχουσι βολαὶ, τὴν ἐκ τοῦ σκότους μετατιθεῖσαι κατήφειαν εἰς ἡδὺ γελῶσαν εὔχροιαν, καὶ ὄψιν· τὸν [αὐτὸν], οἶμαι, τρόπον τῆς θείας ἡμῶν ἑορτῆς περιαγγελλομένης ἤδη καὶ προσλάμπει αὐτῆς τὸ σεμνὸν δὴ τοῦτο τῆς Ἐκκλησίας ἀνα πειθούσης κήρυγμα, διαλευκαίνεταί πως τῆς ἑκάστου διανοίας εἰς φαιδροτέραν ἕξιν τὸ κήρυγμα· καί μοι δοκεῖ, φαίην δ' ἂν ἴσως, οὐκ ἀπὸ σκοποῦ, μέλλοντά πως ἔτι καὶ καταιτιᾶσθαι τάχα τὸν τοῦ σταδίου καιρόν. Ἀλύει δὲ, ὡς εἰκὸς, καὶ βαρύνεται φιλεργὸς ὢν ὁ νοῦς, ὅτι μὴ συνειστρέχοντας τῷ κηρύγματι τοὺς ἀγῶνας ὁρᾷ· τοιγάρτοι καὶ λίαν ὀρθῶς τὸν ἐν προ θυμίαις ὄντα ταῖς οὕτω θερμαῖς, ἵππῳ πολεμιστη ρίῳ τὸ τῆς θεοπνεύστου Γραφῆς παρεικάζει λόγιον, ὡδί πως ἔχον· "Πόῤῥωθεν ὀσφραίνεται πολέμου, σὺν αἵματι καὶ φωνῇ." Ἵππον μὲν γὰρ τὸν ὑψαύχενα, καὶ ὁ πάνδεινος τοῦ πολέμου κρότος, καὶ κτύπος ἐνόπλιος, καὶ σιδήρου στίλβοντος ὄψις, καὶ τῶν ἐν μάχῃ σαλπίγγων οὐκ ἐλευθέρα δείματος ἠχὴ, πρὸς τὸν ἐπὶ τῷ πολέμῳ παρεγείρει πόθον· ἀνδρὸς δὲ ὁσίου ψυχὴν εἰς ἀγῶνα παραθήγει τὸν θεῖον λόγος τῶν καλ λίστων εἰσηγητικὸς, καὶ εἰς φιλόθεον ἕξιν μάλα δια νιστάς. Λόγῳ μὲν οὖν κεχρῆσθαι τοιῷδε, λαμπρὸν, οἶμαι, τὶ τὸ χρῆμα καὶ ἀξιοζήλωτον ὁμολογήσειέ τις 77.580 ἄν. Τό γε μὴν ἐπιτηδείως ἔχοντας ἡμᾶς, εἰς τοῦτο μηδαμόθεν ὁρᾶσθαι τάχα ἄν τι καὶ δέος ἡμῖν προσ εποίησε, καὶ τριπόθητον ἔδειξε τὸ σιγᾷν (οἱ γὰρ ἑαυτῶν ἐπιγνώμονες σοφοὶ, κατὰ τὸ γεγραμμένον), εἰ μὴ θεῖος ἡμᾶς ἐπὶ τὸ χρῆναι λαλεῖν ἀντεσόβει νό μος. "Ἱερεῖς γὰρ, φησὶν, ἀκούσατε, καὶ ἐπιμαρτύ ρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος παντοκράτωρ." Χρὴ δὲ δή τι διαπυνθάνεσθαι μὲν ἡμᾶς· ἐπιμαρτύ ρασθαι δὲ τῷ οἴκῳ Ἰακὼβ, δι' ἑτέρου προφήτου κε χρησμῴδηκε, λέγων· "Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοι κοῦντας τὴν γῆν εἰς οἶκον Κυρίου Θεοῦ ἡμῶν, καὶ κεκράξατε πρὸς Κύριον ἐκτενῶς." Οὐ γὰρ δή που φαίη τις ἂν, ὡς ἀνίπτοις ἰέναι ποσὶν ἐπὶ τὴν εἴσω θέμις σκηνήν· προκεκαθαρμένους δὲ μᾶλλον διὰ πάσης ἐπιεικείας· καὶ τοῖς ἐξ ἀσκήσεως πόνοις τὰ ἐπὶ τῆς γῆς νεκρώσαντας μέλη, τότε δὴ, τότε τῶν θείων ἐπέκεινα καταπετασμάτων