1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

63

ὧδε, ὑπὲρ τοῦ φθάσαι τὴν αἴσθησιν τῶν ἐχθρῶν τῆς εἰρήνης. 69.2 Ἐπιζητεῖται δὲ κἀκεῖνο παρά τινων τῶν ἐντεῦθεν, ἀναγκαίως, ὡς καὶ αὐτοῖς ἡμῖν καταφαίνεται, τὸ τὴν Μαρκέλλου αἵρεσιν αὐτοὺς ὡς χαλεπὴν καὶ βλαβερὰν καὶ τῆς ὑγιαινούσης πίστεως ἀλλοτρίως ἔχουσαν ἐξορίσαι. Ἐπεί, μέχρι τοῦ νῦν, ἐν πᾶσιν οἷς ἐπιστέλλουσι γράμμασι, τὸν μὲν δυσώνυμον Ἄρειον ἄνω καὶ κάτω ἀναθεματίζοντες καὶ τῶν Ἐκκλησιῶν ἐξορίζοντες οὐ διαλείπουσι, Μαρκέλ λῳ δέ, τῷ κατὰ διάμετρον ἐκείνῳ τὴν ἀσέβειαν ἐπιδειξα μένῳ καὶ εἰς αὐτὴν τὴν ὕπαρξιν τῆς τοῦ Μονογενοῦς θεότητος ἀσεβήσαντι καὶ κακῶς τὴν τοῦ Λόγου προσηγο ρίαν ἐκδεξαμένῳ, οὐδεμίαν μέμψιν ἐπενεγκόντες φαί νονται. Ὃς Λόγον μὲν εἰρῆσθαι τὸν Μονογενῆ δίδωσι, κατὰ χρείαν καὶ ἐπὶ καιροῦ προελθόντα, πάλιν δὲ εἰς τὸν ὅθεν ἐξῆλθεν ἐπαναστρέψαντα, οὔτε πρὸ τῆς ἐξόδου εἶναι οὔτε μετὰ τὴν ἐπάνοδον ὑφεστάναι. Καὶ τούτου ἀποδείξεις αἱ παρ' ἡμῖν ἀποκείμεναι βίβλοι τῆς ἀδίκου ἐκείνης συγγραφῆς ὑπάρχουσιν. Ἀλλ' ὅμως τοῦτον οὐδαμοῦ διαβάλλοντες ἐφάνησαν, καὶ ταῦτα αἰτίαν ἔχοντες ὡς τὸ ἐξ ἀρχῆς, κατ' ἄγνοιαν τῆς ἀληθείας, καὶ εἰς κοινωνίαν αὐτὸν ἐκκλησιαστικὴν παραδεξάμενοι. Ἐκείνου τε οὖν μνησθῆναι πρεπόντως ἀπαιτεῖ τὰ παρόντα, ὥστε μὴ ἔχειν ἀφορμὴν τοὺς θέλοντας ἀφορμήν, ἐκ τοῦ τῇ σῇ ὁσιότητι συνάπτειν τοὺς ὑγιαίνοντας καὶ τοὺς πρὸς τὴν ἀληθῆ πίστιν ὀκλάζοντας φανεροὺς πᾶσι ποιῆσαι· ὥστε τοῦ λοιποῦ γνωρίζειν ἡμᾶς τοὺς ὁμόφρονας καὶ μή, ὡς ἐν νυκτομαχίᾳ, μηδεμίαν φίλων καὶ πολεμίων ἔχειν διάκρισιν. Μόνον παρακαλοῦμεν εὐθὺς ὑπὸ τὸν πρῶτον πλοῦν ἐκπεμφθῆναι τὸν προειρημένον διάκονον, ἵνα δυνηθῇ κατὰ γοῦν τὸ ἐφεξῆς ἔτος γενέσθαι τι ὧν προσευχόμεθα. Ἐκεῖνο δὲ καὶ πρὸ τῶν ἡμετέρων λόγων συνήσεις τε αὐτὸς καὶ φροντιεῖς δηλονότι ὅπως ἐπισ τάντες, ἐὰν Θεὸς θέλῃ, μὴ ἐναφῶσι ταῖς Ἐκκλησίαις τὰ σχίσματα, ἀλλὰ τοὺς τὰ αὐτὰ φρονοῦντας παντὶ τρόπῳ εἰς ἕνωσιν συνελάσωσι, κἄν τινας ἰδίας τῶν πρὸς ἀλλή λους διαφορῶν ἀφορμὰς εὕρωσιν ἔχοντας, ὑπὲρ τοῦ μὴ τὸν ὀρθοδοξοῦντα λαὸν εἰς πολλὰ κατατέμνεσθαι μέρη τοῖς προεστῶσι συναφιστάμενον. Πάντα γὰρ δεῖ σπουδάσαι δεύτερα ἡγήσασθαι τῆς εἰρήνης καὶ πρὸ πάντων τῆς κατὰ Ἀντιόχειαν Ἐκκλησίας ἐπιμεληθῆναι, ὡς μὴ ἀσθενεῖν ἐν αὐτῇ τὴν ὀρθὴν μερίδα περὶ τὰ πρόσωπα σχιζομένην. Μᾶλλον δὲ τούτων ἁπάντων καὶ αὐτὸς εἰς ὕστερον ἐπιμελήσῃ, ἐπειδάν, ὅπερ εὐχόμεθα, Θεοῦ συνεργοῦντος, σοὶ πάντας λάβῃς τὰ τῆς καταστάσεως τῶν Ἐκκλησιῶν ἐπιτρέποντας.

70.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΠΕΡΙ ΣΥΝΟ∆ΟΥ

70.1 Ἀρχαίας ἀγάπης θεσμοὺς ἀνανεοῦσθαι καὶ Πατέρων εἰρήνην, τὸ

οὐράνιον δῶρον Χριστοῦ καὶ σωτήριον ἀπομαρανθὲν τῷ χρόνῳ, πάλιν πρὸς τὴν ἀκμὴν ἐπαν αγαγεῖν ἀναγκαῖον μὲν ἡμῖν καὶ ὠφέλιμον, τερπνὸν δὲ εὖ οἶδα ὅτι καὶ τῇ σῇ φιλοχρίστῳ διαθέσει καταφανήσεται. Τί γὰρ ἂν γένοιτο χαριέστερον ἢ τοὺς τοσούτῳ τῷ πλήθει τῶν τόπων διῃρημένους τῇ διὰ τῆς ἀγάπης ἑνώσει καθορᾶν εἰς μίαν μελῶν ἁρμονίαν ἐν σώματι Χριστοῦ δεδέσθαι; Ἡ Ἀνατολὴ πᾶσα σχεδόν, τιμιώτατε Πάτερ, (λέγω δὲ Ἀνατολὴν τὰ ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρις Αἰγύπτου) μεγάλῳ χειμῶνι καὶ κλύδωνι κατασείεται, τῆς πάλαι μὲν σπαρείσης αἱρέσεως ὑπὸ τοῦ ἐχθροῦ τῆς ἀληθείας Ἀρείου, νῦν δὲ πρὸς τὸ ἀναίσχυντον ἀναφανείσης καὶ οἱονεὶ ῥίζης πικρᾶς καρπὸν ὀλέθριον ἀναδιδούσης, κατακρατούσης λοιπὸν διὰ τὸ τοὺς μὲν καθ' ἑκάστην παροικίαν προεστῶτας τοῦ ὀρθοῦ λόγου ἐκ συκοφαντίας καὶ ἐπηρείας τῶν Ἐκκλησιῶν ἐκπεσεῖν, παραδοθῆναι δὲ τοῖς αἰχμαλωτίζουσι τὰς ψυχὰς τῶν ἀκεραιοτέρων τὴν τῶν πραγμάτων ἰσχύν. Τούτων μίαν προσεδοκήσαμεν λύσιν τὴν τῆς ὑμετέρας εὐσπλαγχνίας ἐπίσκεψιν, καὶ ἐψυχα γώγησεν ἡμᾶς ἀεὶ τὸ