Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
μεταποιηθῶμεν, τοῦτό φησιν (ἀδύνατον γὰρ), ἀλλ' ἵνα καθάπερ ἤδη προείρηται, τοῦτο κατὰ γνώμην ὡς πρὸς ἀλλήλους γενώμεθα ὅπερ ἐστὶ κατὰ φύσιν αὐτὸς πρὸς τὸν Πατέρα· ἓν δηλαδή. Εἰ δὲ οὐκ ἔστιν εἰκὼν καὶ ὑπόδειγμα τὸ λεγόμενον, ἀλλὰ πάντως φυσικὴν ἔσεσθαί τινα μεταβολὴν οἴεταί τις, ἑαυτὸν ἐξαπατᾷ τὸ ἀληθὲς οὐχ ὁρῶν. Εἰ γὰρ ἐβούλετο γενέσθαι κατὰ φύσιν ἡμᾶς ὁ Υἱὸς ὅπερ ἐστὶν αὐτὸς πρὸς τὸν Πατέρα, ἐχρῆν εἰπεῖν· Ἵνα δὴ, ὥσπερ ἐγὼ πρὸς σὲ, Πάτερ, ἕν εἰμι, οὕτω καὶ αὐτοί. Νυνὶ δὲ τοῦτο μὲν οὐκ εἰπὼν, τῷ δὲ πληθυντικῷ χρησάμενος ἀριθμῷ, καὶ λέγων· Ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι, διδάσκει σαφῶς ὅτιπερ οὐκ εἰς τὴν τῆς θεότητος φύσιν μεταποιηθῆναι βούλεται τοὺς εἰς αὐτὸν πιστεύοντας (ἀπίθανον γὰρ), ἀλλ' εἰκόνα τῆς κατὰ προαίρεσιν ἑνότητος λαβόντας 75.204 τὸ φύσει προσὸν αὐτῷ, τοῦτο εἶναι κατὰ γνώμην ἐπείγεσθαι, ὅ ἐστιν αὐτὸς φυσικῶς πρὸς τὸν γεννήσαντα. ΑΛΛΟ, δεικνύον ὅτι τὸ ἐν Θεῷ γίνεσθαι, οὐ φύ σεως σημαίνει μεταβολὴν, ἀλλ' ὅτι δι' αὐτοῦ ἢ παρ' αὐτοῦ. Εὑρίσκεταί που λέγων ὁ Ψαλμῳδός· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Καὶ πάλιν· Ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Ἀλλ' ἔστι δῆλον ὅτιπερ οὐκ ἐν τῷ Θεῷ γενόμενος φυσικῶς καὶ τεῖχος ὑπερβήσεσθαι καὶ κερατιεῖν, ἀλλ' ὅτι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ καὶ ἐν τῇ δυνάμει αὐτοῦ τοῦτο ποιήσει. Οὐκοῦν ὅταν ὁ Υἱὸς λέγῃ· Ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, οὐχ ἵνα κατὰ φύσιν ἓν γένωνται πρὸς τὸν Θεὸν οἱ πιστεύοντες, τοῦτό φησιν, ἀλλ' ἵνα ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ, μίαν ἔχοιεν εἰς ἀλλήλους τὴν γνώμην, καὶ εἰς φιλίας ἐνότητα περισφίγγωνται. Ἐπειδὴ δὲ προστίθησι τὸ, καθὼς ἡμεῖς ἕν ἐσμεν, δῆλός ἐστιν οὐ φυσικὴν τοῖς πιστεύουσι χαριζόμενος μεταβολὴν, ἀλλ' ὡς εἰκόνα καὶ ὑπόδειγμα τὸ φύσει προσὸν αὐτῷ τιθεὶς τῆς προαιρετικῆς ἡμῶν ἑνότητος. Τὸ γὰρ, καθὼς, οὐ πάντως ἀλήθειαν, ἀλλ' ὁμοίωσίν τινα παραδηλοῖ. ΑΛΛΟ, δι' οὗ μανθάνομεν ὅπως προσήκει νοεῖν τὸ ῥητὸν, τουτέστιν, Ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετε λειωμένοι εἰς ἕν. Μεγάλην τινὰ καὶ ὑπερφυῆ τῷ γένει τῶν ἀνθρώπων καταθέσθαι χάριν βουλόμενος ὁ τοῦ Θεοῦ Λόγος, ἕλκει σύμπαντας ὡς πρὸς ἑνότητα τὴν πρὸς ἑαυτόν. Φορέσας μὲν γὰρ τὸ σῶμα τὸ ἀνθρώπινον, γέγονεν ἐν ἡμῖν. Ἔχει δὲ ἐν ἑαυτῷ τὸν Πατέρα, ὡς Λόγος αὐτοῦ καὶ ἀπαύγασμα. Ὥσπερ οὖν, φησὶν, ἐγώ εἰμι ἐν αὐτοῖς, διὰ τὸ τὴν αὐτὴν αὐτοῖς φορέσαι σάρκα, καὶ σὺ, Πάτερ, ἐν ἐμοὶ, διὰ τὸ εἶναί με τῆς σῆς οὐσίας τὸ ἴδιον, οὕτω βούλομαι ἵνα καὶ αὐτοὶ εἰς ἑνότητά τινα συναφ[θ]έντες ἀλλήλοις ἀνακραθῶσι, καὶ ὥσπερ ἓν σῶμα γενόμενοι ἐν ἐμοὶ πάντες ὦσιν ὡς πάντας φοροῦντι διὰ τοῦ ἑνὸς ἀναληφθέντος ναοῦ, οὕτω τε εἶεν καὶ φαίνοιντο τετελειωμένοι. Καὶ γὰρ ἐγὼ τέλειός εἰμι καὶ ἄνθρωπος γεγονώς. ΑΛΛΟ, δεικνύον ἀκριβῶς ὅτιπερ οὐ τὴν ἑαυτῶν ἀφέντες φύσιν, πρὸς τὴν θείαν μεταποιού μεθα, ὅταν ἓν γίνεσθαι πρὸς τὸν Θεὸν λεγώ μεθα, ἀλλ' ὅτι μέτοχοι γεγονότες αὐτοῦ, τοῦτο καλούμεθα. Ὁ μακάριος Ἰωάννης φησίν· Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν. Εἰ τοίνυν διὰ τὸ μετέχειν τοῦ Πνεύματος ἓν γινόμεθα πρὸς Θεὸν, καὶ ἡμεῖς μὲν ἐν αὐτῷ, αὐτὸς δὲ ἐν ἡμῖν εἶναι λέγεται· ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐκ ἔστι τῶν μετεχόντων τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον τοῦ Πνεύματος χορηγὸς, πρόδηλον ἂν εἴη ὅτιπερ οὐχ ὡς αὐτός ἐστιν ἐν Θεῷ καὶ Πατρὶ, οὕτω καὶ ἡμεῖς. Ἀλλ' αὐτὸς μὲν ἐν τῇ φύσει τοῦ γεγεννηκότος ἐστὶν, ὡς Λόγος αὐτοῦ 75.205 καὶ ἀπαύγασμα. Ἡμεῖς δὲ δι' αὐτοῦ τῆς τοῦ Πνεύματος μετοχῆς ἀξιούμενοι, ἓν ὡς πρὸς Θεὸν γίνεσθαι λεγόμεθα. ΑΛΛΟ, τὴν αὐτὴν ἔχον διάνοιαν. Λέγει που πάλιν ὁ μακάριος Ἰωάννης· Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. Εἰ τοίνυν ὁμολογοῦντες, ὅτιπερ Υἱός ἐστιν Ἰησοῦς τοῦ Θεοῦ, ἐν Θεῷ γινόμεθα, καὶ αὐτὸς ὁμοίως ἐν ἡμῖν· ὁ δὲ Υἱὸς οὐχ οὕτως ἐστὶν ἐν Πατρὶ, οὐ γὰρ δῶρον ὁμολογίας ἔχει τὸ εἶναι ἐν αὐτῷ, δῆλόν ἐστι καὶ πᾶσιν εὐσύνοπτον ὅτιπερ ἄνθρωποι μὲν καλοῦνται