1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

64

παράδοξον τῆς ὑμετέρας ἀγάπης ἐν τῷ παρελθόντι χρόνῳ, καὶ φήμῃ φαιδροτέρᾳ πρὸς βραχὺ τὰς ψυχὰς ἀνερρώσθημεν ὡς ἐσομένης ἡμῖν τινος ἐπισκέψεως παρ' ὑμῶν. Ὡς δὲ διημάρτομεν τῆς ἐλπίδος, μηκέτι στέγοντες ἤλθομεν ἐπὶ τὴν διὰ τοῦ γράμματος ἡμῶν παράκλησιν διαναστῆναι ὑμᾶς πρὸς τὴν ἀντίληψιν ἡμῶν καὶ ἀποστεῖλαί τινας τῶν ὁμοψύχων, ἢ τοὺς συμβιβάζοντας τοὺς διεστῶτας, ἢ εἰς φιλίαν τὰς Ἐκκλησίας τοῦ Θεοῦ ἐπανάγοντας, ἢ τοὺς γοῦν αἰτίους τῆς ἀκαταστασίας φανερωτέρους ὑμῖν καθιστῶντας, ὥστε καὶ ὑμῖν φανερὸν εἶναι τοῦ λοιποῦ πρὸς τίνας ἔχειν τὴν κοινωνίαν προσῆκε. Πάντως δὲ οὐδὲν καινὸν ἐπιζητοῦμεν, ἀλλὰ τοῖς τε λοιποῖς τῶν πάλαι μακαρίων καὶ θεοφιλῶν ἀνδρῶν σύνηθες καὶ διαφερόντως ὑμῖν. Οἴδαμεν γὰρ μνήμης ἀκολουθίᾳ, παρὰ τῶν πατέρων ἡμῶν αἰτηθέντων καὶ ἀπὸ γραμμάτων τῶν ἔτι καὶ νῦν πεφυλαγμένων παρ' ἡμῖν διδασκόμενοι, ∆ιονύσιον, ἐκεῖνον τὸν μακαριώτατον ἐπίσκοπον, παρ' ὑμῖν ἐπί τε ὀρθότητι πίστεως καὶ τῇ λοιπῇ ἀρετῇ διαπρέψαντα, ἐπισκεπτόμενον διὰ γραμμάτων τὴν ἡμετέραν Ἐκκλησίαν τῶν Καισαρέων καὶ παρακαλοῦντα τοὺς πατέρας ἡμῶν διὰ γραμμάτων καὶ πέμπειν τοὺς ἀπολυτρουμένους ἐκ τῆς αἰχμαλωσίας τὴν ἀδελφότητα. Ἐν χαλεπωτέρῳ δὲ νῦν καὶ σκυθρωποτέρῳ τὰ καθ' ἡμᾶς καὶ πλείονος δεόμενα τῆς ἐπιμελείας. Οὐ γὰρ οἰκοδομημάτων γηΐνων καταστροφήν, ἀλλ' Ἐκκλησιῶν ἅλωσιν ὀδυρόμεθα· οὐδὲ δουλείαν σωμα τικήν, ἀλλ' αἰχμαλωσίαν ψυχῶν καθ' ἑκάστην ἡμέραν ἐνεργουμένην παρὰ τῶν ὑπερμαχούντων τῆς αἱρέσεως καθορῶμεν. Ὥστε, εἰ μὴ ἤδη διανασταίητε πρὸς τὴν ἀντίληψιν, μικρὸν ὕστερον οὐδὲ οἷς ὀρέξετε τὴν χεῖρα εὑρήσετε, πάντων ὑπὸ τὴν ἐπικράτειαν τῆς αἱρέσεως γενομένων.

71.τ ΓΡΗΓΟΡΙΩ ΝΑΖΙΑΝΖΗΝΩ

71.1 Ἐδεξάμην τὰ γράμματα τῆς εὐλαβείας σου διὰ τοῦ αἰδεσιμωτάτου

ἀδελφοῦ Ἑλληνίου, καὶ ὅσα ἐνέφηνας ἡμῖν αὐτός, ταῦτα γυμνῶς διηγησαμένου ἀκούσαντες, ὅπως μὲν διετέθημεν οὐκ ἀμφιβάλλεις πάντως. Πλὴν ἀλλ' ἐπειδὴ ἐκρίναμεν πάσης λύπης ἀνωτέραν ποιεῖσθαι τὴν πρὸς σὲ ἀγάπην, ἐδεξάμεθα καὶ ταῦτα ὡς ἦν προσῆκον, καὶ εὐχόμεθα τῷ ἁγίῳ Θεῷ τὰς λειπομένας ἡμέρας ἢ ὥρας οὕτω διαφυλαχθῆναι ἐν τῇ περὶ σὲ διαθέσει ὡς καὶ ἐν τῷ κατόπιν χρόνῳ, ἐν ᾧ οὐδὲν ἡμῖν αὐτοῖς οὔτε μικρὸν οὔτε μεῖζον ἐλλελοιπόσι συνέγνωμεν. Εἰ δὲ ὁ δεῖνα ἄρτι παρα κύψαι φιλοτιμούμενος πρὸς τὸν βίον τῶν χριστιανῶν, εἶτα οἰόμενος αὐτῷ σεμνότητά τινα φέρειν τὸ ἡμῖν συνανα τρίβεσθαι, ἅ τε οὐκ ἤκουσε κατασκευάζει καὶ ἃ μὴ ἐνόησεν ἐξηγεῖται, θαυμαστὸν οὐδέν. Ἀλλ' ἐκεῖνο θαυμαστὸν καὶ παράδοξον, ὅτι τούτων ἀκροατὰς ἔχει τοὺς γνησιωτάτους μοι τῶν παρ' ὑμῖν ἀδελφῶν, καὶ οὐκ ἀκροατὰς μόνον, ἀλλὰ καὶ μαθητάς, ὡς ἔοικεν. Εἰ γὰρ καὶ ἄλλως ἦν παράδοξον τοιοῦτον μὲν εἶναι τὸν διδάσκοντα, τοιούτους δὲ τοὺς ἀνεχομένους, ἐμὲ δὲ τὸν διασυρόμενον, ἀλλ' οὖν τῶν καιρῶν ἡ καταστροφὴ ἐπαίδευσεν ἡμᾶς πρὸς μηδὲν δυσκολαίνειν. Πάλαι γὰρ τὰ τούτων ἀτιμότερα συνήθη ἡμῖν γέγονε διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἐγὼ τοίνυν, εἰ μὲν οὐδέπω τοῖς αὐτοῦ ἀδελφοῖς δέδωκα πεῖραν τῆς ἐμαυτοῦ περὶ τὸν Θεὸν προαιρέσεως, οὐδὲ νῦν ἔχω τι ἀποκρίνασθαι. Οὓς γὰρ οὐκ ἔπεισεν ὁ μακρὸς χρόνος, πῶς συμπείσει ἐπιστολὴ βραχεῖα; Εἰ δὲ ἐκεῖνα αὐτάρκη, λῆροι νομιζέσθωσαν τὰ παρὰ τῶν διαβαλλόντων. Πλήν γε ὅτι, ἐὰν ἐπιτρέψωμεν στόμασιν ἀχαλινώτοις καὶ καρδίαις ἀπαιδεύτοις λαλεῖν περὶ ὧν ἂν ἐθέλωσιν καὶ ἕτοιμα ἔχωμεν πρὸς ὑποδοχὴν τὰ ὦτα, οὐ μόνον ἡμεῖς τὰ τῶν ἄλλων παραδεξόμεθα, ἀλλὰ καὶ ἕτεροι τὰ ἡμέτερα. 71.2 Τούτων δὲ αἴτιον ἐκεῖνο, ὃ πάλαι μὲν παρεκάλουν μὴ γίνεσθαι, νῦν δὲ ἀπαγορεύσας σιωπῶ, τὸ μὴ συντυγχάνειν ἡμᾶς ἀλλήλοις. Εἰ γὰρ