οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
οὐδεμιᾶς ἄνωθεν λαχόντος φροντίδος, δι' ὃν καὶ ἡ τῶν φυτῶν ἐξεύρηται γέννησις. Συντρέχει τοίνυν καθ' ἕνα τοῦτον ἡμῖν τὸν καιρὸν, τὸ τοῖς ἄλλοις ἅπασι τὴν ἁπάντων κρείττονα τῶν ἐπὶ γῆς συνανακαινίζεσθαι φύσιν· δημιουργὸς δὲ τούτου Χριστός. Καὶ γοῦν ὁ Θεὸς καὶ Πατὴρ δι' ἑνὸς ἐφώνει τῶν προφητῶν· "Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεὸς ἐν σοὶ δυνατὸς, σώσει σε, καὶ ἀνακαινίσει σε ἐν τῇ ἀγαπήσει αὑτοῦ." Ἐν γὰρ τῷ καιρῷ τῆς εἰς ἡμᾶς ἀγαπήσεως, τουτέστιν, ὅτε δι' ἡμᾶς γέγονεν ἄνθρωπος, πρὸς καινότητα ζωῆς ὅλην ἐν ἑαυτῷ ἀναμορφώσας τὴν φύσιν, καὶ εἰς ὅπερ ἦν ἐξ ἀρχῆς ἀναστοιχειώσας, ὡς Θεὸς, ἔαρ μὲν ἡμῖν ἔδειξε νοητὸν, ψυχικοὺς δὲ ὄντας, διὰ τὴν πάλαι κρατήσασαν ἁμαρτίαν, πνευματικοὺς ἀπέδειξε δι' εὐσέβειαν. Καὶ εἴ τῳ μανθάνειν ἡδὺ, καὶ τέθειται περισπούδαστον, καὶ εἰδέναι σαφῶς, τί μὲν εἴη τὸ ἐξ ἀμφοῖν παραδηλούμενον, ποδαπὴ δὲ καὶ ὅσια τῶν 77.584 ὀνομάτων ἡ διαφορὰ, παρήσω λέγοντα Παῦλον· "Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ. Μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶ ναι ὅτι πνευματικῶς ἀνακρίνεται. Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρί νεται." Οἱ μὲν γὰρ ἀδιακρίτως εἰς ἅπαν ἁπλῶς χω ρεῖν μελετήσαντες τὸ ἀναβαῖνον εἰς νοῦν, καὶ ταῖς τῆς ψυχῆς ἐπιθυμίαις πάντα κάλων ἀνέντες, ἀφορή τως ἔχουσι περὶ τοὺς τοῦ Πνεύματος νόμους σωφρο νεῖν ἀναπείθοντας, εὐφυᾶ τε καὶ τετορνευμένον ἐπ ασκῆσαι τὸν βίον. Οἱ δὲ τοῖς τοῦ Πνεύματος νόμοις τὸ χρῆναι νικᾷν ἐπιτρέποντες, εἰς οὐδὲν ἀπερισκέπτως τῶν πρακτέων οἰχήσονται, τὸ δὲ πεφυκὸς ὠφελεῖν ἀεὶ δοκιμάζοντες, καὶ προτάττοντες μὲν τῶν ἡδέων τὸ λυσιτελές· κατόπιν δὲ τοῦ συμφέροντος τὸ μὴ οὕτως ἔχον τιθέναι σπουδάζοντες, ὑπ' οὐδενὸς κατα κρίνονται, πάντα δὲ μᾶλλον διακρίνουσιν αὐτοί. Τίς γὰρ, εἰπέ μοι, τῶν οὕτω ζῇν ᾑρημένων, ὡς πονηρὸς εἴη λέγων, οὐχὶ τῆς ἰδίας μᾶλλον καταψηφιεῖται κα κίας, καὶ τὰ πάντων αἴσχιστα τῆς ἑαυτοῦ καθοριεῖ κεφαλῆς. Τὸ γὰρ, οἶμαι, κακοῦν ἀσυνέτως ἀποτολ μᾷν, οἷς περ ἂν μᾶλλον θαυμάζεσθαι πρέποι, τῆς ἐσχάτης φαυλότητος ἀπόδειξιν ἔχειν, καὶ ὁ τοῖς οὕτως αἰσχροῖς συναγορεύειν οὐ παραιτούμενος, αὐτὸς μάρ τυς τῆς ἑαυτοῦ βδελυρίας εἰσρήσεται [ἴσ. εὑρ]. ∆ι' ὧν γὰρ ἔγνω τιμᾷν ἃ χρῆν ἐλέγχειν ὡς πονηρὰ, διὰ τούτων αὐτῶν, ὅτι μὴ πέφυκεν εἶναι χρηστὸς ὁμολογήσει λαμπρῶς. Ἀῤῥώστημα δὲ τῶν ἄλλων ἔλαττον οὐδε νὸς, καὶ τοῦτο ὑπάρχειν ἡ θεία διορίζεται Γραφὴ, τὸ μὴ δύνασθαί φημι διακρίνειν ὀρθῶς τῶν πραγμάτων τὰς φύσεις. "Οὐαὶ γὰρ, οἱ λέγοντες, φησὶ, τὸ καλὸν πονηρὸν, καὶ τὸ πονηρὸν καλὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος." Οὕτω γὰρ, οἶμαι, ῥᾳδίως διέλοι τις ἂν τῶν αἰσχρῶν τὰ βελτίονα, ἀταλαίπωρόν τε τὴν ἐπ' ἀμφοῖν ποιήσεται κρίσιν, ὡς εἰ καὶ φωτὸς καὶ σκότους ποιοῖτο τῷ λόγῳ διαφοράν. Οὐαὶ τοίνυν, φησὶ, τοῖς εἰς τοῦτο παροινίας κατωλισθηκόσιν, ὡς καὶ τὰ λίαν εὐσύνοπτα συγχεῖν, καὶ τῷ μὲν φωτὶ τὸ τοῦ σκότους ὄνομα, τῷ δ' αὖ σκότῳ τὸ τοῦ φωτὸς ἀπονέμειν οὐκ ἐρυθριᾷν. Ἀλλ' οὐχὶ τῶν ἀγαθῶν καὶ τῶν πνευματικῶν φαίη τις ἂν τὰ τοιαῦτα ἀῤῥωστή ματα· ψυχικῶν δὲ μᾶλλον καὶ πονηρῶν· Ἡδοναῖς γὰρ ταῖς τοῦ παρόντος βίου τὸν νοῦν ἔχοντες τυραν νούμενον, ἀφεστᾶσι τοσοῦτον τοῦ δρᾷν ἐθέλειν τὸν ἀγαθὸν, ὡς καὶ ὅ τί ποτέ ἐστιν ἀγνοῆσαι λοιπόν. Ἐπειδὴ δὲ οὐ κατ' ἐκείνους ἡμεῖς φιλόθεοί τε ὄντες καὶ πνευματικοὶ, παραστήσωμεν ἑαυτοὺς ὡσεὶ ἐκ νεκρῶν ζῶντας τῷ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀποθα νόντι, καὶ ἐγερθέντι Χριστῷ, καὶ ὡς ὁ θεῖος ἡμῖν ἐπιτάττει Παῦλος· "Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν·" μὴ περιελκόμενοι πρὸς ἀλλοκότους ἡδονὰς, μηδὲ ἐξιτήλοις ἐπιθυμίαις, καθάπερ