Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
χάριτι πρὸς ἑνότητα τὴν εἰς Θεὸν, καὶ γέρας ὁμολογίας καὶ πίστεως ἔχουσι τοῦτο. Ὁ δὲ τοῦ Θεοῦ λόγος δίχα τινὸς τοιούτου φυσικῶς ἐστιν ἐν Πατρὶ, καὶ ἐν ἑαυτῷ τὸν Πατέρα φέρει, καὶ ὄντως ἕν ἐστι πρὸς αὐτόν. ΑΛΛΟ. Κατὰ τὴν Ἰωάννου φωνὴν, ὁ ὁμολογήσας ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἔχει τὸν Θεὸν ἐν ἑαυτῷ μένοντα, καὶ αὐτὸς δὲ ἐν τῷ Θεῷ γίνεται. Ὡμολόγησέ τις, ὑποκείσθω γὰρ τοῦτο τῷ λόγῳ, καὶ λαβὼν Πνεῦμα τῆς ὁμολογίας δῶρον, ἐδέξατο μὲν Θεὸν ἐν ἑαυτῷ, γέγονε δὲ καὶ αὐτὸς ἐν Θεῷ. Ἀλλὰ τὸν οὕτω διατιθέντα, συμβέβηκεν ἔκ τινος διαβολικῆς ἐπηρείας μετάγνωσιν τῶν ὀρθῶς βεβουλευμένων ἐλθεῖν, ἀπέστη τε τῆς ὁμολογίας, καὶ διὰ τοῦτο τὴν χάριν ἀποβέβληκε, καὶ τοῦ θείου Πνεύματος ἔρημος γεγονώς· οὐ γὰρ ἐν τοῖς δυσφημοῦσι τὸν Υἱὸν κατοικεῖ. Ἀπώλεσε καὶ τὸ εἶναι ἐν Θεῷ, καὶ τὸ ἔχειν αὐτὸν ἐν ἑαυτῷ. Ἄνθρωπος δὲ ἦν καὶ ὁμολογήσας, καὶ ὅτε τῆς ὁμολογίας ἀπέστη. Οὐκ ἄρα φύσει πρὸς τὴν θείαν οὐσίαν μεταποιούμεθα, ἓν ὡς πρὸς τὸν Θεὸν γίνεσθαι λεγόμενοι, ἀλλὰ χάρις ἡμᾶς, καὶ ἀρετὴ συνάπτει, καὶ κακία πάλιν ἀφίστησι· καὶ εἰ ὁμολογοῦντες ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν Θεῷ γινόμεθα, ἀρνούμενοι δὲ πάντως ἀλλοτριούμεθα. Φαίνεται δὲ οὐ δῶρον ἀρετῆς τοῦτο ἔχων ὁ Υἱός. Οὐκ ἄρα οὕτως ἐστὶν ἐν Πατρὶ ὥσπερ ἡμεῖς, ἀλλ' αὐτὸς μὲν φυσικῶς καὶ ἀμεταπτώτως ἐξ αὐτοῦ γεγεννημένος, ἡμεῖς δὲ χάριτι καὶ μετοχῇ. Ὥσπερ οὖν αὐτοῦ κατὰ φύσιν ὄντος Υἱοῦ καὶ Θεοῦ, οὕτω καὶ ἡμεῖς καθ' ὁμοιότητα αὐτοῦ καὶ υἱοὶ καὶ θεοὶ χρηματίζομεν. ΛΟΓΟΣ ΙΓʹ. Περὶ ὁμοιότητος τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα· καὶ, ὅτι οὐκ ἔστι τρεπτῆς φύσεως ὁ Υἱὸς, ἢ ἔξωθεν ὑποστὰς, ἀλλ' ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν, ὡς Υἱὸς καὶ γέννημα. Ἀντίθεσις ὡς ἐκ τῶν θεομάχων. Εἰ ἀπαράλλακτος, φασὶν, εἰκών ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς, καὶ ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι, γεννάτω καὶ αὐτὸς, καὶ Υἱοῦ γενέσθω Πατήρ· οὕτω γὰρ αὐτὸν ἀκριβῶς μιμήσεται. Εἰ δὲ οὐ γεννᾷ, πῶς ἐν τῷ μὴ τίκτοντι τὸ τίκτον φαίνεται; Ἀνόμοιος γὰρ ἔσται κατὰ τοῦτο τῷ Πατρί. 75.208 Πρὸς τοῦτο λύσις. Εἰ τὸ παραλλάττον οὐδὲν ἐν Θεῷ καὶ ἀνθρώποις, ἀπαιτείσθω τὸ γεννᾷν καὶ οὕτως ὡς ἄνθρωπος. Εἰ δὲ ἐξαίρετος ἡ Θεοῦ φύσις, ἔσται πάντως καὶ τῆς καθ' ἡμᾶς ἀνάγκης ἐλευθέρα. Οὐ γὰρ ὡς ἄνθρωπος ἐγέννησε Θεὸς, ἵνα καὶ ὁ τεχθεὶς ταῖς φυσικαῖς ἡμῶν ἑπόμενος ἀκολουθίαις τέκῃ, ἀλλὰ θείαν τινὰ καὶ ἄῤῥητον ἐκ Πατρὸς ἔχει τὴν γέννησιν. Εἰ δὲ ἀνάγκη τὸν γεννηθέντα γεννᾷν διὰ τὴν παρ' ἡμῖν φυσικὴν συνήθειαν, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ὑποπίπτει τὰ τῆς θεότητος ἴδια· τί τὸ κωλύον πατέρα. δοῦναι τῷ Πατρί; Οὕτω γὰρ οἱ παρ' ἡμῖν. Εἰ δὲ ἔστιν οὐκ ἔκ τινος ἀρχῆς ὁ Πατὴρ, καὶ τὴν καθ' ἡμᾶς ἀναβαίνει συνήθειαν ὡς Θεὸς, οὐδεὶς ἀναγκάσει λόγος τίκτειν τὸν Υἱόν. Ἔσται γὰρ καὶ οὕτω μᾶλλον τῷ Πατρὶ παραπλήσιος, ἄνω πάσης ἀνάγκης ὑπάρχων, ὡς Θεός. ΑΛΛΟ. Οὐκ ἄν τις εἴποι νοῦν ἔχων, ἀνόμοιον φαίνεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, ἐπεὶ μὴ καὶ αὐτὸς ἐγέννησε, μηδὲ υἱοῦ γέγονε πατήρ. Ἀλλὰ μᾶλλον καὶ διὰ τοῦτο θαυμαστήν τινα καὶ ἀκριβεστάτην ὄψεται τοῦ Πατρὸς ἐν Υἱῷ τὴν εἰκόνα. Ὥσπερ γὰρ ὁ Πατὴρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὢν, ἀεὶ μένει Πατὴρ, καὶ εἰς Υἱὸν οὐ μεταβάλλεται, οὕτως ὁ ἐξ αὐτοῦ Λόγος Υἱὸς προελθὼν, μένει τοῦθ' ὅπερ ἐστὶ, τοῦ Πατρὸς τὸ ἀναλλοίωτον καὶ διὰ τούτου δεικνύων ἐν ἑαυτῷ. Ὅμοιος οὖν καὶ κατὰ τοῦτο Πατρί. Ἐρώτησις Ἀρειανῶν, δι' ἧς, ὡς οἴονται, δεικνύουσιν ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱόν. Αὐτεξούσιος, φασὶν, ἐστὶν ὁ Υἱὸς, ἢ οὐκ ἐστίν. Εἰ μὲν οὖν αὐτεξούσιός ἐστι, προαιρέσει φαίνοιτ' ἂν εἰκότως καλός. Τὸ δὲ προαιρέσει καὶ οὐ φύσει περί τι κρατούμενον, δύναιτ' ἂν ἐφ' ἕτερα μεταβάλλεσθαι, καὶ ἐφ' ὅπερ ἂν ἡ τῆς προαιρέσεως γένοιτο ῥοπὴ, ἐκεῖ πάντως ἔσται τὸ προαιρέσει διοικούμενον. Τροπὴ δὲ τοῦτο καὶ πάθος. Ὁ δὲ τροπὴν ὑπομένων καὶ πάθος, πῶς ἂν εἴη τοῦ ἀτρέπτου καὶ ἀπαθοῦς εἰκὼν καὶ ὁμοιότης; Εἰ δὲ ἄτρεπτός ἐστιν, εἰς οὐδὲν ἕτερον παρενεχθῆναι δυνάμενος, ἀλλ' ὅπερ ἐστὶ μένων ἀεὶ, ὡς λίθος ἄρα ἢ ξύλον ἕστηκεν ἐφ' ἑαυτῷ φυσικῷ τινι καὶ ἀῤῥήκτῳ δεσμῷ, εἰς τοῦθ' ὅπερ ἐστὶ κρατούμενος, καὶ τὸ αὐτεξούσιον οὐκ ἔχων. Πρὸς ταῦτα λύσις. Ἔδει