1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

65

κατά τε τὰς ἀρχαίας συνθήκας καὶ κατὰ τὴν ὀφειλομένην νῦν ταῖς Ἐκκλησίαις παρ' ἡμῶν ἐπιμέλειαν τὰ πολλὰ τοῦ ἐνιαυτοῦ μετ' ἀλλήλων διήγομεν, οὐκ ἂν ἐδώκαμεν πάροδον τοῖς διαβάλλουσι. Σὺ δέ, εἰ δοκεῖ, τούτους μὲν ἔα χαίρειν, αὐτὸς δὲ παρακλή θητι συγκαμεῖν ἡμῖν εἰς τὸν προκείμενον ἡμῖν ἀγῶνα καὶ συντυχεῖν μεθ' ἡμῶν τῷ καθ' ἡμῶν στρατευομένῳ. Ἢ γὰρ ὀφθεὶς μόνον ἐφέξεις αὐτοῦ τὴν ὁρμήν, ἢ τοὺς συγκροτουμένους ἐπὶ τῷ καταστρέψασθαι τὰ τῆς πατρίδος πράγματα διαλύσεις γνώριμον αὐτοῖς καταστήσας ὅτι αὐτός, τῇ τοῦ Θεοῦ χάριτι, τοῦ καθ' ἡμᾶς συλλόγου κατάρ ξεις, καὶ φράξεις πᾶν ἄδικον στόμα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀνομίαν. Κἂν ταῦτα γένηται, αὐτὰ τὰ πράγματα δείξει τίς μὲν ὁ κατακολουθῶν σοι ἐπὶ τὰ καλά, τίς δὲ ὁ μετοκλάζων καὶ προδιδοὺς δειλίᾳ τὸν λόγον τῆς ἀληθείας. Ἐὰν δὲ τὰ τῆς Ἐκκλησίας προδιδόμενα ᾖ, ὀλίγος μοι λόγος διὰ ῥημάτων πείθειν τοὺς τοσούτου με τιθεμένους ἄξιον ὅσου ἂν τιμήσωνται ἄνθρωποι οὔπω ἑαυτοὺς μετρεῖν δεδιδαγμένοι. Μετ' οὐ πολὺ γάρ, τῇ τοῦ Θεοῦ χάριτι, ἡ διὰ τῶν ἔργων ἀπόδειξις τὰς συκοφαντίας ἐλέγξει, διότι προσδοκῶμεν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας τάχα μέν τι καὶ μεῖζον πείσεσθαι· εἰ δὲ μή, πάντως γε τῶν Ἐκκλησιῶν καὶ τῶν πατρίδων ἀπελαθήσεσθαι. Ἐὰν δὲ καὶ μηδὲν τῶν ἐλπιζομένων γένηται, οὐ μακράν ἐστι τὸ Χριστοῦ δικαστήριον. Ὥστε, τὴν συντυχίαν εἰ μὲν διὰ τὰς Ἐκκλησίας ἐπιζητεῖς, ἕτοιμος συνδραμεῖν ὅπουπερ ἂν προκαλῇ· εἰ δὲ ἵνα τὰς συκοφαντίας διαλύσω, οὐ σχολή μοι νῦν ἀποκρίνασθαι περὶ τούτων.

72.τ ΗΣΥΧΙΩ

72.1 Οἶδά σου καὶ τὴν περὶ ἡμᾶς ἀγάπην καὶ τὴν περὶ τὰ καλὰ σπουδήν·

διόπερ, χρῄζων δυσωπῆσαι τὸν ποθεινότατον υἱὸν Καλλισθένην, ἡγησάμην, εἰ κοινωνόν σε λάβοιμι τῆς φροντίδος, ῥᾷον κατορθώσειν τὸ σπουδαζόμενον. Λελύπη ται ὁ ἀνὴρ κατὰ τοῦ λογιωτάτου Εὐστοχίου, καὶ λελύπηται δικαίαν λύπην. Ἐγκαλεῖ αὐτοῦ τοῖς οἰκέταις θράσος κατ' αὐτοῦ καὶ ἀπόνοιαν. Τοῦτον ἀξιοῦμεν παρακληθῆναι, ἀρκεσθέντα τῷ φόβῳ ὃν ἐφόβησεν αὐτούς τε τοὺς θρασυ νομένους καὶ τοὺς τούτων δεσπότας, καταλῦσαι τὴν φιλονεικίαν δόντα τὴν χάριν. Οὕτω γὰρ ἀμφότερα ὑπάρχει· καὶ τὸ παρὰ ἀνθρώποις σεμνὸν καὶ τὸ παρὰ Θεῷ εὐδόκιμον, ἐὰν τῷ φόβῳ θελήσῃ τὸ μακρόθυμον ἀναμίξαι. Αὐτός τε οὖν, εἴ τίς σοι προυπάρχει φιλία πρὸς τὸν ἄνδρα καὶ συνήθεια, αἴτησον παρ' αὐτοῦ τὴν χάριν ταύτην, καί, οὓς ἐὰν γνῷς ἐν τῇ πόλει δυναμένους αὐτὸν δυσωπῆσαι, κοινωνοὺς λαβὲ τῆς φροντίδος εἰπὼν αὐτοῖς ὅτι τὸ γινόμενον ἐμοὶ μάλιστα κεχαρισμένον ἔσται. Καὶ ἀπόπεμψαι τὸν συνδιάκονον πράξαντα ὧν ἕνεκεν ἀπεσ τάλη. Αἰσχύνομαι γάρ, καταφυγόντων πρός με τῶν ἀνθρώπων, μὴ δυνηθῆναι αὐτοῖς γενέσθαι τι χρήσιμον.

73.τ ΚΑΛΛΙΣΘΕΝΕΙ

73.1 Ηὐχαρίστησα τῷ Θεῷ τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου,

πρῶτον μὲν ὅτι ἀνδρὸς τιμᾶν ἡμᾶς προαιρουμένου ἀφίκετό μοι προσηγορία (καὶ γὰρ πολλοῦ μὲν ἀξίαν τιθέμεθα τῶν ἀρίστων ἀνδρῶν τὴν συντυχίαν), δεύτερον δὲ εἰς εὐφροσύνην, τὸ μνήμης ἀγαθῆς τυγχάνειν. Σύμβολον δὲ μνήμης γράμματα, ἅπερ ἐπειδὴ ἐδεξάμην καὶ κατέμαθον τὸν ἐν αὐτοῖς νοῦν, ἐθαύμασα ὅπως, τῷ ὄντι, κατὰ τὴν πάντων ὑπόληψιν, πατρικὴν ἡμῖν ἀπένειμας τὴν αἰδῶ. Τὸ γὰρ φλεγμαίνοντα καὶ ὠργισμένον καὶ ὁρμήσαντα πρὸς τὴν τῶν λελυπηκότων ἄμυναν παραλῦσαι μὲν τὸ πολὺ τῆς σφοδρότητος, ἡμᾶς δὲ τοῦ πράγματος κυρίους ποιήσασθαι, ἔδωκεν ἡμῖν εὐφρανθῆναι ὡς ἐπὶ τέκνῳ πνευματικῷ. Ἀντὶ οὖν τούτων τί ἄλλο λειπόμενόν ἐστιν