66
ἢ εὔχεσθαί σοι τὰ ἀγαθά; Φίλοις μέν σε ἥδιστον εἶναι, ἐχθροῖς δὲ φοβερόν, πᾶσι δὲ ὁμοίως αἰδέσιμον, ἵνα καὶ οἱ τῶν προσηκόντων τί ἐλλελοιπότες, αἴσθησιν λαβόντες τῆς ἐν σοὶ πραότητος, ἑαυτῶν καθάψωνται ὅτι εἰς τοιοῦτόν σε ὄντα ἐξήμαρτον. 73.2 Ἐπειδὴ δὲ προσέταξας τοὺς οἰκέτας ἐπὶ τὸν τόπον ἐν ᾧ τὴν ἀταξίαν ἐπεδείξαντο διαχθῆναι, ἀξιῶ τὸν σκοπὸν μαθεῖν καθ' ὃν ἐπιζητεῖ τοῦτο ἡ χρηστότης σου. Εἰ μὲν γὰρ αὐτὸς παρέσει, καὶ αὐτὸς εἰσπράξει τῶν τετολμη μένων τὴν δίκην, παρέσονται μὲν οἱ παῖδες. Τί γὰρ ἄλλο δεῖ γενέσθαι, εἰ τοῦτό σοι κέκριται; Πλὴν ἀλλ' ἡμεῖς οὐκ οἴδαμεν ποίαν ἔτι χάριν εἰληφότες ἐσόμεθα, ἐάνπερ μὴ ἐξαρκέσωμεν ἐξελέσθαι τοὺς παῖδας τῆς τιμωρίας. Εἰ δὲ αὐτόν σε ἡ ἐπὶ τῆς λεωφόρου ἀσχολία καθέξει, τίς ὁ ὑποδεχόμενος ἐκεῖ τοὺς ἀνθρώπους; Τίς δὲ ὁ μέλλων αὐτοὺς ἀντὶ σοῦ ἀμύνεσθαι; Ἀλλ' εἰ δοκεῖ σοι ἐλθεῖν αὐτοὺς εἰς ὄψιν καὶ τοῦτο πάντως κέκριται, μέχρι Σασί μων κέλευσον γενέσθαι αὐτῶν τὴν παράστασιν καὶ αὐτοῦ δεῖξον σεαυτοῦ τὸ πρᾶον τοῦ ἤθους καὶ μεγαλόθυμον. Λαβὼν γὰρ ὑποχειρίους τοὺς παροξύναντας, καὶ ἐν τούτῳ τὸ ἀκαταφρόνητον τῆς σεαυτοῦ ἀξίας ἐπιδειξάμενος, ἄφες αὐτοὺς ἀβλαβεῖς, ὡς ἐν τοῖς προτέροις γράμμασι παρεκαλέσαμεν, ἡμῖν μὲν διδοὺς τὴν χάριν, παρὰ δὲ Θεοῦ τὴν ἐφ' οἷς ποιεῖς ἀντίδοσιν ἐκδεχόμενος. 73.3 Καὶ ταῦτα λέγω οὐχ ὡς οὕτως ὀφείλοντος τελεσθῆναι τοῦ πράγματος, ἀλλὰ συνενδιδοὺς τῇ ὁρμῇ σου, καὶ φοβούμενος μή τι ὑπολείπηται ἄπεπτον τοῦ θυμοῦ, καὶ ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ὀφθαλμῶν καὶ τὰ ἁπαλώ τατα τῶν βοηθημάτων ὀδυνηρὰ φαίνεται, οὕτω καὶ νῦν ὁ ἡμέτερος λόγος ἐξαγριάνῃ σε μᾶλλον ἢ καταστείλῃ. Ἐπεὶ τὸ εὐπρεπέστατον ἦν καὶ σοὶ μέγιστον κόσμον ἐνεγκεῖν δυνάμενον καὶ ἐμοὶ ἀρκοῦν πρὸς τοὺς ἐμαυτοῦ φίλους καὶ ἡλικιώτας εἰς σεμνολόγημα, τὸ ἡμῖν ἐπιτραπῆναι τὴν ἐκδίκησιν. Πάντως δὲ εἰ καὶ ὀμώμοσταί σοι δοῦναι αὐτοὺς εἰς τιμωρίαν κατὰ τοὺς νόμους, οὔτε ἡ παρ' ἡμῶν ἐπι τίμησις ἐλάττων ἐστὶν εἰς ἐκδίκησιν, οὔτε ὁ θεῖος νόμος ἀτιμότερος τῶν ἐμπολιτευομένων τῷ βίῳ νομίμων. Ἀλλ' ἦν δυνατὸν αὐτοὺς ἐνταῦθα ἐπιστραφέντας τοῖς ἡμετέροις νομίμοις, ἐν οἷς καὶ αὐτὸς τὴν ἐλπίδα ἔχεις τῆς σωτηρίας, καὶ σὲ τῆς ἐπὶ τῷ ὅρκῳ ἀνάγκης ἐλευθερῶσαι, καὶ αὐτοὺς σύμμετρον τοῖς ἡμαρτημένοις ἐκπληρῶσαι τὴν δίκην· Ἀλλὰ πάλιν μακρὰν ποιῶ τὴν ἐπιστολήν. Ὑπὸ γὰρ τοῦ σφόδρα σπουδάζειν πίθανός σοι γενέσθαι, οὐδὲν τῶν εἰς διάνοιαν ἐρχομένων ἀποσιωπῆσαι ἀνέχομαι· φοβούμενος μὴ παρὰ τοῦτο ἄπρακτός μοι ἡ αἴτησις γένηται, ἐλλει πῶς μου τὴν διδασκαλίαν ποιησαμένου. Ἀλλ', ὦ τιμιώτατε καὶ γνήσιον θρέμμα τῆς Ἐκκλησίας, βεβαίωσον καὶ ἐμοὶ τὰς ἐλπίδας, ἃς ἔχω νῦν ἐπὶ σοί, καὶ τὰς πάντων συμ φώνως περὶ τῆς σῆς ἐμμελείας καὶ πραότητος μαρτυρίας, καὶ ἐπίστειλον τῷ στρατιώτῃ ἀπαλλαγῆναι ἡμῶν ἐν τάχει, ὃς νῦν γε οὐδὲν ἐπαχθείας οὐδὲ ὕβρεως ἐλλέλοιπε, μᾶλλον αἱρούμενός σε μὴ λυπῆσαι ἢ πάντας ἡμᾶς οἰκείους ἔχειν καὶ φίλους.
74.τ ΜΑΡΤΙΝΙΑΝΩ
74.1 Ἐμὲ τί οἴει, πόσου ποτ' ἂν τιμήσασθαι τὸ εἰς ταὐτόν ποθ' ἡμᾶς ἀλλήλοις
ἐλθεῖν καὶ ἐπὶ πλεῖόν σοι συγγενέσθαι ὥστε πάντων ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν; Καὶ γάρ, εἰ μέγα πρὸς μαρτυρίαν παιδεύσεως τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νόον γνῶναι, τοῦτο οἶμαι δι' ὀλίγου χαρίζεσθαι τὴν σὴν ὁμιλίαν. Τί γὰρ διαφέρει πολλοὺς ἰδεῖν κατὰ μέρος ἢ ἕνα τὸν πάντων ὁμοῦ τὴν πεῖραν ἀναδεξάμενον; Μᾶλλον δὲ ἐγὼ καὶ πλεῖστον ἂν ἔχειν εἴ ποιμι τὸ διάφορον ὅσα ἀταλαίπωρον τὴν γνῶσιν τῶν καλῶν προξενεῖ καὶ καθαρὰν τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας συνάγει τὴν ἱστορίαν τῆς ἀρετῆς. Εἴτε γὰρ πρᾶξις ἀρίστη, εἴτε λόγος μνήμης ἄξιος, εἴτε πολιτεῖαι ἀνδρῶν ὑπερπεφυκότων τοὺς ἄλλους, πάντα σου τῷ ταμιείῳ τῆς ψυχῆς