οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
περιστολὴν εἰ προσέρχῃ τῇ πί στει, πρόσιθι καθαρῶς, ὁλοτρόπως δηλονότι, καὶ μὴ σκάζοντι τῷ νῷ, μηδὲ καρδίᾳ μεμερισμένῃ· μᾶλλον δὲ, εἰ χρή τι καὶ ἀληθέστερον εἰπεῖν, ὅλην ἐχούσῃ πρὸς ἐκεῖνα τὴν ῥοπὴν, ἐξ ὧν ἡ χάρις λυτροῦται τὸν ἀληθῶς ἐπιστρέφοντα. "Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει." Λογισώμεθα γὰρ ὠδὶ τὴν τοῦ πράγ ματος φύσιν ἐκ τῶν καθ' ἡμᾶς αὐτούς. Βεβαρβάρω ταί τις τυχὸν, ἁλοὺς παρ' ἐκείνοις ἐν ἡλικίᾳ μικρᾷ· ἀνατεθραμμένος δὲ παρ' αὐτοῖς, ἐσπάσατο μὲν τῶν ἠθῶν, συνεπλάσθη δὲ ὥσπερ ἀγρίοις ἔθεσί τε καὶ νό μοις. Εἶτα τοῦ χρόνου πρὸς ἐπίδοσιν ἄγοντος ἡλικίας τε καὶ φρενῶν ἔγνω τῆς ἐνεγκούσης ἐστερημένος, ἀλύει δὲ τὸ ἐντεῦθεν, καὶ πατρίδος μὲν τῆς φιλαι τάτης ἐρᾷ, καὶ μὴν καὶ πατρῴοις ἐντιθασσεύεσθαι νόμοις διαπύρως ἔχει. Εἶτα πρὸς τὴν ἄνωθεν ἡμερό τητα μετατιθεὶς, γνώμην τε τὴν ἑαυτοῦ, καὶ σὺν ἐκείνῃ τὴν δίαιταν, προσκεχώρηκε βασιλεῖ, καὶ τὰς τοῦ πράγματος αἰτίας εἰπὼν, ὡς εἴη μὲν σφόδρα φιλόπατρις, νόμων δὲ τῶν ἡμέρων ἐρᾷ, τιμῆς ἠξιώθη καὶ γερῶν. Ἆρ' οὖν, ἐρήσομαι γὰρ ἐπὶ τούτῳ τοὺς ἀκροωμένους, οὐχὶ τὸν τοιοῦτον οἴεσθε βαρβα ρίζοντα μὲν ἔτι, καὶ φρονοῦντα τὰ ἐκείνων, ὡς ἐφ' ἅπασιν εὐλόγως ἂν εὐθύνεσθαι τοῖς κακοῖς, καὶ κο λάσεως εἶδος τὸ αὐτὸ πρέπον οὐκ ἔχειν· ἐμμένοντά γε μὴν τοῖς εἰρημένοις ἐξ ὀρθότητος λογισμῶν, καὶ ἀκατηγόρητον τῷ τιμήματι τὴν εὔνοιαν ἀποσώζοντα, καὶ τῶν ἔτι μειζόνων ὑπάρχειν ἄξιον; Ἀλλ', οἶμαι, σαφὴς ὁ λόγος. Οὐκοῦν ἀπὸ τοῦ παροισθέντος ἡμῖν ἀρτίως, ὡς ἐν εἰκόνος σχήματι, καὶ ἐπ' αὐτὴν ἰέναι 77.589 φημὶ δεῖν τῆν ἀλήθειαν. Φέρε δὴ οὖν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντες τοῦ γένους, τὰ ἐπὶ τῷ πρωτοπλάστῳ διασκεψώμεθα, κατὰ τὴν ἴσην τοῖς εἰρημένοις, ἀνα λόγως διεξάγοντες τὸ θεώρημα. δʹ. Ἦν μὲν γὰρ παντὸς ἀνάπλεως ἀγαθοῦ, καὶ εἰς λῆξιν τὴν ἀνωτάτω τῆς ἐν ἡμῖν εὐθυμίας, ἧς ἂν καὶ μέχρι παντὸς κατέστη κύριος, εἰ μὴ τὴν θείαν ἐξ ἀπάτης παραδεδράμηκεν ἐντολήν. Ἀλλ' εἰ καὶ τοῦτο συνέβη παθεῖν, τὸν γοῦν τὸν ἕνα καὶ φύσει Θεὸν προσκυνεῖν τε καὶ σέβειν ζημιωθεὶς, οὐ καλῶς ἔσται. Τοιγάρτοι καὶ ἡ πρώτη τῶν ἐξ αὐτοῦ γεγονότων υἱῶν ξυνωρὶς, αὐτῷ προσεκόμιζε τῶν εὑρημένων τὰς ἀπαρχάς. Θεὸν γὰρ ἡ φύσις ᾔδει τιμᾷν, νόμου πρὸς τοῦτο δεηθεῖσα μηδενός. Καὶ ὁ μὲν Ἄβελ τοῖς ἐξ ἀγέλης, Καῒν δὲ τοῖς ἀπὸ τῆς γῆς ἐτέλουν τὰ χα ριστήρια. Ὁ μὲν γὰρ ἡγεῖτο ποιμνίων, τῷ δὲ χρη στὸν ἐδόκει τὸ φυτουργεῖν, καὶ τοῦτο εἰργάζετο. Κατὰ βραχὺ δὲ τοῦ γένους ἀεὶ πρὸς τὰ χείρω διολισθαί νοντος, καὶ πολὺ τῆς προλαβούσης αἰσχίονα νοσοῦν τος κακίαν, ὁ μὲν τῇ φύσει κατεσπαρμένος διωλώλει τε καὶ πεπάτητο νόμος, καίτοι Θεὸν ἀναπείθων εἰ δέναι τὸν ἕνα καὶ μόνον. Προσεξεύρητο δὲ τοῖς ἄλ λοις ἅπασι κακοῖς καὶ ἡ πολύθεος πλάνη, μάθημα δεινὸν, ὦ ἄνδρες ἀδελφοὶ, καὶ τῆς τοῦ διαβόλου πι κρίας λῆξιν ἔχον τὴν ἀνωτάτω. Ὥστε γὰρ δεῖν, οὐχὶ μόνης ἡμᾶς τῆς πρὸς Θεὸν ἐξῶσαι φιλίας διὰ τὴν εἰσποίητον ἁμαρτίαν, ἀλλὰ καὶ γνώσεως ἀληθοῦς νοσοῦντας τὴν ἐρημίαν, βδελυροὺς ἀποφῆναι καὶ διεπτυσμένους. Ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως εἰς τελεωτάτην καταστροφὴν τὰ καθ' ἡμᾶς καταγαγεῖν. Ἐδεδίει δὲ, ὡς εἰκὸς, μὴ ἄρα τῷ φύσει προσιόντες Θεῷ, καὶ τὸν τῶν ὅλων δημιουργὸν εἰδέναι σπουδά ζοντες, ἀποσεισώμεθα τῆς αὐτοῦ πλεονεξίας τὸν ζυγὸν, πρὸς δὲ τὸ ἀρχαῖον τῆς ἑαυτῶν φύσεως ἀνα θεῖν ἑλώμεθα κάλλος. Ταύτης τοι τῆς αἰτίας ἕνεκα, τὸν τῆς ἡμετέρας διανοίας τεθόλωκεν ὀφθαλμὸν, καὶ ταῖς ἐπεισάκτοις ψευδολατρείαις ἐνδήσας τὸν ἄνθρω πον, πεδήτην ὥσπερ τινὰ, καὶ ἐν δορυκτήτου τάξει τὸν ἐλεύθερον ἐποιήσατο. Ἀλλ' οὐκ ἐπιτεύξεται δό λιος θήρας, κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ