Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἱδρυμένον καὶ ἀμετάθετον, καὶ ἀεὶ ὡσαύτως ἔχον τῆς θείας φύσεως ὁ προφήτης σημαίνων φησί· Σὺ καθήμενος τὸν αἰῶνα· τὴν δὲ ἐν παντὶ χρόνῳ τῶν γενητῶν μεταβολὴν ἐξηγούμενος, ἐπιφέρει· Καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα. Εἰ τοίνυν ἐπὶ μὲν τῶν γενητῶν τροπὴν, καὶ ἀλλοίωσιν, καὶ ἀπώλειαν, καὶ ἐξαλλαγὴν ἡ θεία λέγουσα Γραφὴ, τῆς πρὸς ταῦτα κοινωνίας ὑπεξαιρεῖ τὸν Υἱὸν, Σὺ δὲ ὁ αὐτὸς εἶ, λέγουσα, οὐκ ἄρα τρεπτῆς φύσεώς ἐστιν. Οὐδὲ γὰρ ἂν ὁ αὐτὸς εἴη, ἐφ' ἕτερόν τι παρ' ὅπερ ἐστὶ μετατρέπεσθαι δυνάμενος. ΑΛΛΟ. Εἰ κατὰ φύσιν οὐκ ἔστιν ἄτρεπτος ὁ Υἱὸς, συνέβη δὲ αὐτῷ τὸ εἶναι τοῦτο ὅπερ ἐστὶ, καὶ ἐπίκτητον ἔχει τὴν πρὸς τὸν Πατέρα ὁμοιότητα, ἦν ἄρα χρόνος ὅτε ἧν μὲν ὁ Υἱὸς, ἀνόμοιος δὲ τῷ Πατρί; Καὶ πῶς Υἱὸς ἔτι νοηθήσεται ὁ μὴ ἐκ τῆς κατὰ φύσιν ὁμοιότητος μαρτυρούμενος; Ἢ πῶς ἐν βεβαίῳ τῆς μακαριότητος στήσεται, ὁ ἐπισυμβεβηκὸς τοῦτο ἔχων; Εἰ γὰρ συνέβη, καὶ ἀποσυμβῆναι τοῦτο δυνήσεται. Εἰ δὲ ἐν ταυτότητι μένειν τὸν Υἱὸν ἡ θεία λέγει Γραφὴ, πάντα ἐν αὐτῷ κατὰ φύσιν ἐστὶ τὰ τῆς θεότητος ἴδια, ἀλλότριον δὲ ταύτης ἡ τροπὴ, ἄτρεπτος ἄρα ἐστὶ καὶ ἀναλλοίωτος. ΑΛΛΟ. Τὸ τρεπόμενον καὶ ἀλλοιωθῆναι δυνάμενον, οὐκ ἂν λέγοι περὶ ἑαυτοῦ· Ἐγώ εἰμι ἡ ἀλήθεια. Εἰ γὰρ ποτὲ μὲν τόδε ἐστὶν, ποτὲ δὲ οὐκ ἔστι, ψεύδεται πρὸς ἑαυτόν. Ὁ δὲ Υἱὸς περὶ ἑαυτοῦ λέγει· Ἐγώ εἰμι ἡ ἀλήθεια. Οὐκ ἄρα τῶν ἀλλοιουμένων, ἢ τρεπομένων ἐστὶν, ἀλλ' ὅμοιος τῷ Πατρὶ, ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὤν. ΑΛΛΟ, διηγηματικῶς. Ἕνα τῶν ἀλλοιουμένων σπουδάζοντες δεῖξαι τὸν 75.213 Υἱὸν, ἵνα ἐκ τούτου νομίζηται εἶναι καὶ γενητὸς, καὶ λοιπὸν ἀνόμοιος τῷ Πατρὶ, εἰς ἀπόδειξιν τῆς ἑαυτῶν μανίας προφέρουσί τινα τῶν ἐν ταῖς θείαις Γραφαῖς· καί φασι τὸν Ἀπόστολον εἰπεῖν· ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ. Παρὰ δὲ τῷ Ψαλμῳδῷ γέγραπται πάλιν· ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Εἶτα λέγουσι τὰ ῥήματα σοφιζόμενοι, ὅτι τὸ, διὸ, καὶ διὰ τοῦτο, αἰτίαν τινὰ σημαίνει, δι' ἣν ὑπερυψώθη, καὶ ἐχαρίσθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἐχρίσθη τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως. Εἰ δὲ αἰτία τις τούτων αὐτῷ γέγονε πρόξενος, ἠλλοιώθη δηλονότι καὶ μεταβέβληται, τοῦτο γεγονὼς ὅπερ οὐκ ἦν πρὸ τούτου· καὶ εἰ δοτὸν ἐν αὐτῷ τὸ ἀξίωμα, ἔσται καὶ ἀφαιρετόν. Τὸ δὲ ἐν τοιαύτῃ καταστάσει τυγχάνον, πῶς ἂν εἴη κατὰ φύσιν τῷ ἀτρέπτῳ ὅμοιον, καὶ τοῦ ἀεὶ ὡσαύτως ἔχοντος εἰκών; Πρὸς ταῦτα λύσις. Εἰ καθ' ὑμᾶς γέγονέ τις αἰτία δι' ἣν ὑπερυψώθη, καὶ τοῦ ὀνόματος ἔτυχεν, ἐχρίσθη τε τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, οὐκ ἂν ἦν τοῦθ' ὅπερ ἐστὶ νῦν, τῆς αἰτίας οὐ γενομένης. Οὐκοῦν οὐ φύσει Θεὸς ὁ Υἱὸς, εἰ ἐξ αἰτίας κατὰ χάριν Θεός· οὐδὲ φύσει Υἱὸς, εἰ ἐξ αἰτίας κατὰ χάριν Υἱὸς, καὶ μισθὸς ὡς ἔοικεν ἀρετῆς ἡ υἱότης αὐτῷ, καὶ τὸ τῆς θεότητος ὄνομα, ὤσπερ καὶ ἐφ' ἡμῶν. Οὐδὲν οὖν ἔσται τὸ αὐτοῦ τε καὶ ἡμῶν μεταξύ. Ἔξεστι γὰρ διὰ βίου σεμνότητος τῶν ἴσων τυχεῖν, εἴ γε καλούμεθα καὶ θεοὶ καὶ υἱοὶ, καὶ χριόμεθα τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, τούτων ἀξίους ἑαυτοὺς παραστήσαντες. Εἰ δὲ τοῦτο ἄτοπον καὶ νοεῖν καὶ λέγειν, ὑπὲρ ἡμᾶς ἔσται καὶ οὐχ ὡς ἡμεῖς ὁ Υἱός. Ὁ μὲν γὰρ ἐκ τοῦ Πατρὸς κατὰ φύσιν ὑπάρχων, Υἱός ἐστιν ἀληθινὸς, ὡς ἄνθρωπος ἐξ ἀνθρώπου, καὶ Θεός ἐστιν ἐκ Θεοῦ γεννηθείς. Ἡμεῖς δὲ οἷς ταῦτα κατὰ φύσιν οὐ πρόσεστι, τὴν ἀπὸ τοῦ λαβεῖν χάριν, ἀντὶ τοῦ κατὰ ἀλήθειαν ἐσχήκαμεν, υἱοὶ καὶ θεοὶ διὰ τὴν τοῦ δεδωκότος φιλανθρωπίαν χρηματίζοντες· μέχρι γὰρ μόνου τοῦ ὀνόματος ἐφ' ἡμῶν ἡ κτῆσις τῶν ὑπὲρ ἡμᾶς, ἔτι δὲ τοῦ Υἱοῦ, φυσική τε καὶ οὐσιώδης. ΑΛΛΟ. Ὁ θεῖος Ἀπόστολός πού φησι περὶ τοῦ Υἱοῦ· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ τὸ ἑξῆς· ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ὅτε τοίνυν ἐνηνθρώπησε τὴν τοῦ δούλου μορφὴν ἀναλαβὼν, ἐχαρίσθη αὐτῷ τὸ ὄνομα, καὶ ὑπερυψώθη. Οὐκοῦν πρὸ τῆς ἐνσάρκου παρουσίας καὶ τῆς τοῦ δούλου μορφῆς, οὔτε εἶχε τὸ ὄνομα, οὔτε ἦν ὑψηλότερος