1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

67

ἐναπόκειται. Ὥστε οὐκ εἰς ἐνιαυτὸν μόνον, ὡς ὁ Ἀλκίνους τοῦ Ὀδυσσέως, ἀλλ' εἰς πάντα μου τὸν βίον εὐξαίμην ἄν σου ἀκούειν, καὶ μακρὸν ἄν μοι γενέσθαι τούτου γε ἕνεκα τοῦτον, καὶ ταῦτα δυσχερῶς πρὸς αὐτὸν διακείμενος, Τί δήποτ' οὖν ἐπιστέλλω νῦν, παρεῖναι δέον; Ὅτι με κάμνουσα ἡ πατρὶς ἐπείγει πρὸς ἑαυτήν. Οἷα γὰρ πέπονθεν οὐκ ἀγνοεῖς, ὦ ἄριστε· ὅτι Πενθέως τρόπον Μαινάδες ὄντως τινές, δαίμονες, αὐτὴν διεσπάσαντο. ∆ιαιροῦσι γὰρ αὐτὴν καὶ ἐπιδιαιροῦσιν, ὥσπερ οἱ κακοὶ τῶν ἰατρῶν χαλεπώτερα τὰ ἕλκη ποιοῦντες τῇ παρ' ἑαυτῶν ἀπειρίᾳ. Ἐπεὶ οὖν κέκμηκε κατατεμνομένη, λείπεται αὐτὴν θεραπεύειν ὡς ἀρρωστοῦσαν. Ἐπέστειλαν οὖν ἐπείγοντες ἡμᾶς οἱ πολῖται, καὶ ἀνάγκη ἀπαντᾶν, οὐχ ὥς τι ὄφελος ἐσομένους τοῖς πράγμασιν, ἀλλὰ τὴν ἐκ τῆς ἀπολείψεως μέμψιν ἐκκλίνοντας. Οἶσθα γὰρ ὡς εὔκολοι μὲν ἐλπίσαι οἱ ἀμηχανοῦντες, εὔκολοι δέ που καὶ κατα μέμψασθαι, ἐπὶ τὸ παρεθὲν ἀεὶ τρέποντες τὰς αἰτίας. 74.2 Καίτοι ἔγωγε καὶ αὐτοῦ τούτου ἕνεκεν ἐδεόμην σοι συνελθεῖν καὶ δοῦναι γνώμην, μᾶλλον δὲ παρακαλέσαι ἐνθυμηθῆναί τι νεανικὸν καὶ πρέπον τῷ σεαυτοῦ φρονή ματι καὶ εἰς γόνυ κλιθεῖσαν τὴν πατρίδα ἡμῶν μὴ περιιδεῖν, ἀλλὰ καταλαβόντα τὸ Στρατόπεδον εἰπεῖν μετὰ παρρησίας τῆς σῆς μήτοι νομίζειν αὐτοὺς δύο κεκτῆσθαι ἀντὶ μιᾶς ἐπαρχίας· οὐ γὰρ ἐξ ἄλλης τινὸς οἰκουμένης ἐπεισήγαγον τὴν ἑτέραν, ἀλλὰ παραπλήσιόν τι πεποιή κασιν ὥσπερ ἂν εἴ τις ἵππον ἢ βοῦν κεκτημένος, εἶτα δίχα διελών, δύο νομίζοι ἔχειν ἀνθ' ἑνός· οὔτε γὰρ δύο ἐποίησε καὶ τὸν ἕνα διέφθειρεν· εἰπεῖν δὲ καὶ τοῖς παραδυνασ τεύουσι μὴ τοῦτον αὔξειν τὸν τρόπον τὴν Βασιλείαν· οὐ γὰρ ἐν ἀριθμῷ εἶναι τὴν δύναμιν, ἀλλ' ἐν τοῖς πράγμασιν· ἐπεὶ νῦν γε ἡγούμεθα τοὺς μὲν ἀγνοίᾳ τῆς ἀληθείας ἴσως, τοὺς δὲ τῷ μὴ βούλεσθαι λυπεῖν τοῖς ῥήμασι, τοὺς δὲ καὶ οὐ μέλον αὐτοῖς, περιορᾶν τὰ γινόμενα. Εἰ μὲν οὖν ἦν δυνατὸν αὐτὸν ἐλθεῖν πρὸς Βασιλέα, τοῦτο κράτιστον μὲν τοῖς πράγμασι, πρέπον δέ σου τῇ ὅλῃ τοῦ βίου προαιρέσει. Εἰ δὲ βαρὺ ἄλλως καὶ διὰ τὴν ὥραν τοῦ ἔτους καὶ διὰ τὴν ἡλικίαν, ὡς αὐτὸς ἔφης, σύντροφον ἔχουσαν ἐν ἑαυτῇ τὸν ὄκνον, ἀλλὰ τό γε ἐπιστεῖλαι πόνος οὐδείς. Ὥστε, τὴν ἀπὸ τῶν γραμμάτων βοήθειαν χαρισάμενος τῇ πατρίδι, πρῶτον μὲν σαυτῷ συνειδήσεις μηδὲν τῶν εἰς δύναμιν ἡκόντων ἐλλελοιπότι, ἔπειτα μέντοι καὶ τοῖς κάμνουσιν, αὐτῷ τῷ φαίνεσθαι συναλγῶν, ἀρκοῦσαν δώσεις παραμυθίαν. Ἀλλ' εἴθε γὰρ ἦν οἷόν τε αὐτὸν ἐπιστάντα τοῖς πράγμασιν ὄψει λαβεῖν τὰ σκυθρωπά. Οὕτω γὰρ ἂν ἴσως ἀπ' αὐτῆς τῆς ἐναργείας τῶν ὁρωμένων συγκινηθεὶς ἀφῆκάς τινα φωνὴν πρέπουσαν καὶ τῇ σῇ μεγαλονοίᾳ καὶ τῇ κατηφείᾳ τῆς πόλεως. Σὺ δὲ ἀλλ' ἡμῖν διηγουμένοις μὴ ἀπιστήσῃς ὅτι Σιμωνίδου ὄντως ἤ τινος τοιούτου μελοποιοῦ ἐδεόμεθα, ἐναργῶς εἰδότος ἐπιστενάζειν τοῖς πάθεσι. Καίτοι τί λέγω Σιμωνίδην, δέον Αἰσχύλον εἰπεῖν ἢ εἰ δή τις ἕτερος παραπλησίως ἐκείνῳ, συμφορᾶς μέγεθος ἐναργῶς διαθέμενος, μεγαλοφώνως ὠδύρατο; 74.3 Σύλλογοι μὲν γὰρ ἐκεῖνοι καὶ λόγοι, αἱ κατ' ἀγορὰν συντυχίαι τῶν ἐλλογίμων ἀνδρῶν καὶ ὅσα πρότερον ἐποίει τὴν ἡμετέραν ὀνομαστὴν πόλιν ἡμᾶς ἐπιλελοίπασιν. Ὥστε τῶν περὶ παιδείαν καὶ λόγους ἧττον ἂν φανείη νῦν τις ἐμβαλὼν τῇ ἀγορᾷ ἢ Ἀθήνησι πρότερον οἱ ἀτιμίαν κατεγνωσμένοι ἢ τὰς χεῖρας ὄντες μὴ καθαροί. Ἀντεισῆκ ται δὲ τούτοις Σκυθῶν τινων ἢ Μασσαγετῶν ἀμουσία. Μία δὲ φωνὴ ἀπαιτούντων καὶ ἀπαιτουμένων καὶ ξαινο μένων ταῖς μάστιξι. Στοαὶ δ' ἑκατέρωθεν σκυθρωπὸν ἐπηχοῦσαι οἷον οἰκείαν δοκοῦσιν ἀφιέναι φωνὴν τοῖς γινομένοις ἐπιστενάζουσαι. Γυμνάσια δὲ κεκλεισμένα καὶ νύκτας ἀλαμπεῖς οὐκ ἐᾷ ἡμᾶς λογίζεσθαι ἡ περὶ τοῦ ζῆν ἀγωνία. Κίνδυνος γὰρ οὐχ ὁ τυχών, τῶν κρατούντων ὑφαιρεθέντων, ὥσπερ ἐρείσμασι πεσοῦσι συγκατενεχθῆναι τὰ πάντα. Καὶ τίς ἂν λόγος τῶν κακῶν τῶν ἡμετέρων ἐφίκοιτο; Οἳ μὲν οἴχονται φεύγοντες, μέρος τῆς βουλῆς ἡμῶν, οὐ τὸ φαυλότατον, τὴν ἀειφυγίαν Ποδανδοῦ προτιμήσαντες. Ὅταν δὲ Ποδανδὸν εἴπω, τὸν Κεάδαν με οἴου λέγειν τὸν Λακωνικὸν ἢ εἴ που τῆς οἰκουμένης